Ancient Greek
P.Brem. 29
Documentary Papyri, P.Brem. 29
Not analysed yet
…α… παρὰ Παθώτου Ἄρεως καὶ Παθώτου Τιθοεσάιτος καὶ Φατρῆτος Φατρέως καὶ Πολλοῦτος Ψάϊτος καὶ Ψενσενπεντενταία ἀδελφοῦ καὶ Πατομτοῦτος Ὀρσενούφεως καὶ Ἑρμίου Παθώτου καὶ Πατομτοῦτος Ἐνθιέως καὶ Ψενταπνύχιος πρεσβυτέρου Ὀρσενούφεως καὶ Ἀπολλωνίου Πορτιοῦτος καὶ Ψάιτος Ὀννόφρεως ἐπιμελητῶν τῶν ἐπὶ τοῦ λιμνασμοῦ Ἰβιῶνος. ὀμνύομεν τὴν Αὐτοκράτορος Καίσαρος Νερούα Τραϊανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ τύχην μηδεμίαν ἄρουραν ἀβροχεῖν περὶ τὴν ἡμῶν κωμογραμματείαν πλὴν ἀρουρῶν πεντήκοντα πέντε ἐν τῶι πρὸς βορρᾶ τόπωι, ὧν τὰ δυνάμενα ἐπαντληθῆναι ἐπαναγκάζειν ἐπαντλεῖσθαι, ἢ ἔνοχοι εἴημεν τῶι ὅρκωι. ἔτους ιζ Αὐτοκράτορος Καίσαρος Νερούα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Φαῶφι κθ Ψενταπνοῦχις Ὀρσενούφως ὀμώμοκα τὸν προκείμενον ὅρκον. Ὀρσενοῦφις νεώτερος Παθώτου ἔγραψα ὑπὲρ τοῦ πατρὸς διὰ τὸ μὴ παρεῖναι αὐτόν· ὀμώμοκα τὸν προκίμενον ὅρκον ὡς πρόκιται. Ἑρμίας πρεσβύτερος Παθώτου ὀμώμοκα τὸν προκείμενον ὅρκον. Ἀπολλώνιος Πορτιοῦτος ὀμώμοκα τὸν προκείμενον ὅρκον. Πολλοῦς Ψάιτος ὀμώμοκα τὸν προκείμενον ὅρκον. Ψενσενπετεντᾶις Ψάιτος ὀμώμοκα τὸν προκείμενον ὅρκον ὡς πρόκειται. Παθώτης Ἀρέως ὀμώμοκα τὸν προκείμενον ὅρκον. Φατρῆς Φατρέως ὀμώμοκα τὸν προκείμενον ὅρκον. Ψᾶις Ὀννώφριος ὀμώμοκα τὸν προκείμενον ὅρκον ὡς πρόκειται.