Ancient Greek
P.Brem. 5
Documentary Papyri, P.Brem. 5
Not analysed yet
Οὐαβέριος Μοῦνδος Ἀπολλωνίωι στρατηγῶι χαίρειν. Οὔλπιον Μάλχον βενεφικιάριον Ῥαμμίου τοῦ κρατίστου ἡγεμόνος ἡμῶν ἐπιμελόμενον τῆς ὑπὸ σὲ περιμέτρου ἄνδρα ἀγαθώτατον συνίστημί σοι. ἐλπίζω δὲ καὶ αὐτὸν δώσειν ἐργασίαν τοιοῦτον ἑαυτὸν παραστῆσαί σοι, οἷον ἐγὼ διεβεβαιωσάμην. καὶ αὐτῷ δὲ ἔγραψα, ἵνα, ἐὰν αὐτῷ ἐπιζεύξῃς, προθυμότερον ἑαυτὸν παράσχῃ σοι. ἐρρῶσθαί σε εὔχομαι, ἄδελφε τιμιώτατε. ἔρρωσο.