Ancient Greek
P.Brem. 52
Documentary Papyri, P.Brem. 52
Not analysed yet
…Συρίων Αἰλουρᾷ τῷ φιλτάτῳ χαίρειν. ἀσπάζομαί σε διὰ Χ…ος τοῦ ἀναδιδόντος σοι τὸ ἐπιστόλιον καὶ τὰ ἀβάσκαντα παιδία καὶ τὴν σύνβιόν σου. χάριν σοι ἔχω ὅτι ἐφρόντισας λαβὼν παρὰ Διονυσίου τὴν ἐπιθήκην, ἣν ἀπέστειλα τῷ Διονυσίῳ. περὶ ὧν θέλεις, γράφε μοι ἥδιστα ποιήσοντι. ἀσπάζονταί σε τὰ παιδία …α… παρὰ Συρίωνος δὸς Αἰλουρᾷ φίλωι