Ancient Greek
P.Brem. 54
Documentary Papyri, P.Brem. 54
Not analysed yet
Κάστωρ Ἀπολλωνίωι τῶι ἀδελφῶι χαίρειν. ἅμα τῷ με ἀνελθεῖν με ἀπὸ τοῦ θερισμοῦ προσῆλθον τῶι στρατηγῶι καὶ ὑπέμνησα αὐτὸν περὶ τῆς δεήσεως ἡμῶν καὶ χάρις αὐτῶι. ἐποίησε γὰρ καίτοι ἔθος οὐκ ἔχων ἐπὶ τῶν ἄλλων τὸ αὐτὸ ποιεῖν. ὑπέταξα δέ σοι καὶ τοῦ ὑπομνηματισμοῦ τὸ ἀντίγραφον, ἵνʼ εἰδῇς. ἔρρωται τὰ κοινὰ ἡμῶν παιδία μετὰ τῶν μητέρων. ἄσπασαι τοὺς φίλους πάντας. ἐρρῶσθαί σε εὔχομαι, κύριε ἄδελφε. ἔρρωσο. Ἀπολλωνίωι ἀδελφῶι