Ancient Greek
P.Brem. 69
Documentary Papyri, P.Brem. 69
Not analysed yet
ἀντίγραφον διαγραφῆς διὰ τῆς Ἑρμαίου τοῦ Ἡφαιστίωνος ἐν Θαλλοῦ ἰδιωτικῆς τραπέζης. ἔτους πρώτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Ἐπεὶφ ε Εὐδαιμωνὶς ἡ καὶ Σοῆρις …μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Ἡρακλείου πρεσβυτέρου Ἀπολλωνίου μητρὸς …Ἑρμοπολίτου ἀναγραφομένου Φρουρίου Ἀπηλιώτου Ὡρίωνι Ἀσπασίου μητρὸς Ἑλένης τῶν ἀπὸ Θαλλοῦ ἐφʼ ὑποθήκῃ ταῖς ὑπαρχούσαις αὐτῷ περὶ Θαλλοῦ ἐκ τοῦ Ἀπολλῶ τοῦ Ἀρέτωνος κλήρου κατοικικαῖς ἀρούραις τρισὶ ἡμίσει τετάρτῳ ,ἃς καὶ ἀποδώσει ἕως Παῦνι τριακάδος τοῦ τρίτου ἔτους Αὐτοκράτορος Νέρουα Καίσαρος Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ ἀκολούθως τῇ ἀναφερομένῃ διὰ τοῦ ἐν Θαλλοῦ γραφείου συνγραφῇ δανείου ἀργυρίου …Ὡρίων Ἀσπασίου μητρὸς Ἑλένης τῶν ἀπὸ Θαλλοῦ ἐπηκολούθηκα τῆι προκειμένηι διαγραφῆι καὶ ἀνείρημαι τὰς τοῦ ἀργυρίου δραχμὰς …τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον, αἳ ἐπὶ τὸ αὐτὸ τόκου καὶ κεφαλαίου …,ἐφʼ ὑποθήκῃ ταῖς ὑπαρχούσαις μοι κατοικικαῖς ἀρούραις τρισὶ ἡμίσει τετάρτῳ ,ἃς ἀποδώσω ἕως Παῦνι τριακάδος τοῦ τρίτου ἔτους Τραιανοῦ Καίσαρος τοῦ κυρίου ἀκολούθως τῆι ἀναφερομένῃ διὰ τοῦ ἐν Θαλλοῦ γραφείου συνγραφῆι δανείου ὡς πρόκειται. ἔτους πρώτου Αὐτοκράτορος Νέρουα Καίσαρος Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Ἐπεὶφ. …