Ancient Greek
P.Brem. 8
Documentary Papyri, P.Brem. 8
Not analysed yet
……,ἄδελφε, τά τε ἄλλα φιλανθρώπως αὐτῷ συνενεχθῆναι καὶ σπουδάσαι, ὅπως τῆς προσηκούσης ἀμοιβῆς κατὰ τὴν ἐν τῷ ὑπὸ σοὶ νομῷ ἐπίδειξιν τυχὼν εὐχαριστήσῃ τῇ πρός σε ἐπιδημίαι. μεγίστην γὰρ ἐπὶ τούτωι χάριν σοι γνώσομαι. ἐρρῶσθαί σε εὔχομαι, κύριέ μου ἄδελφε. Ἀπολλωνίῳ στρατηγῷ Ἀπολλωνοπολίτου Ἑπτακωμίας.