Ancient Greek
P.Brookl. 14
Documentary Papyri, P.Brookl. 14
Not analysed yet
κόλλημα η ἔτους ἑνδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Παοῖνι κ διέγραψεν διʼ Ἑρμίωνος καὶ μετόχων πρακτόρων ἀργυρικῶν Σοκνοπαίου Νήσου Τεσενοῦφις πρεσβύτερος Τεσενούφεως ἐπικαλούμενος Σίφων τελέσματος καμήλων τοῦ αὐτοῦ ἔτους ῥυπαρὰς δραχμὰς τριάκοντα δύο, γίνονται δραχμαὶ λβ. Ἐπεὶφ κε ὁμοίως ἄλλας ῥυπαρὰς δραχμὰς εἴκοσι ὀκτώ, γίνονται δραχμαὶ κη. ἔτους δωδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς, Ἐπεὶπ κζ διέγραψεν διὰ …καὶ μετόχων πρακτόρων ἀργυρικῶν Σοκνοπαίου Νήσου Τεσενοῦφις πρεσβύτερος Τεσενούφεως τελέσματος καμήλων τοῦ αὐτοῦ ἔτους δραχμὰς τριάκοντα ἕξ, γίνονται δραχμαὶ λϛ, καὶ τὰ προσδιαγραφόμενα. Μεσορὴ κϛ ὁμοίως ἄλλας δραχμὰς εἴκοσι, γίνονται δραχμαὶ κ. καὶ ὁμοίως ἄλλας δραχμὰς εἴκοσι τέσσαρες, γίνονται δραχμαὶ κδ, καὶ τὰ προσδιαγραφόμενα.