Ancient Greek
P.Brookl. 18
Documentary Papyri, P.Brookl. 18
Not analysed yet
…αρτ… …μ…του… …των…ω …δ… χ …τατα …γράμματα διʼ ὧν μοι …ενος ἐμὲ …ἀναστρεφομένου Φιλουμένου τοῦ ἐμπόρου …ων σων…εντέρων …ν τοῦ Φιλουμένου πρὸς σὲ γεί…ένου μαρτυρήσει σοι τοὺς καλάμους …καὶ ἐκ τούτου σικανθεὶς …εὖ ποιεῖς ἀλλως ἀκούειν …να ηκουσα καὶ διὰ …τῶν ἐρχομένων μη …ἔγραψάς μοι περὶ Ἀπολλωνίας τὰ πρωτεῖα ἔχειν περὶ τῆς συνωνῆς τοῦ σίτου, καὶ ἐλθοῦσα πρὶν πωλήσω οὐκ ἀνῆξεν λαβεῖν πρὸς τὴν πᾶσαν τιμὴν τῆς πόλεως ἀλλʼ ἔλεγεν ὅτι πωλήσεις πρὸς δραχμὰς λβ καὶ οὐκ ἐπέτρεψα ἐμαυτῷ. καὶ ταῦτα· ὁ γεωργός σου τῆς Ἀραβίας ἐνώχλησέν με περὶ ἄρακος καὶ οὐδαμοῦ ηὗρον καὶ ἀνάγκην ἔσχον γενέσθαι πρὸς αὐτὴν καὶ δέδωκέν μοι ἡμιαρτάβιον εἰς χρῆσιν λεγουσα ὅτι ἐὰν μὴ εὕρῃς …λῃστία ὑπὲρ το …διεπεμψάμην οὖν τὸν λόγον Ἀμμωνίου καὶ το πιττάκιον Ὥρου.