Ancient Greek
P.Brookl. 3
Documentary Papyri, P.Brookl. 3
Not analysed yet
Οὐεγέτῳ τῷ καὶ Σαραπίωνι στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Στοτοήτιος τοῦ Ὡρίωνος καὶ Πανούπιος τοῦ Τεσενούφεως τῶν ἀπὸ κώμης Σοκνοπαίου Νήσου. Ὡρίων τις κατελθὼν εἰς τὴν ἡμετέραν κώμην προέτρεψεν ἡμᾶς ἀνελθεῖν εἰς τὴν μητρόπολιν καὶ ἀγοράσαι παρὰ τοῦ πατρὸς αὐτοῦ Στοτῆτις ἐπικαλουμένου Μικροῦ πυρόν, καὶ λαβὼν παρʼ ἡμῶν ἀργυρίου δραχμὰς τριακοσίας ὡς εἰς τὴν τοῦ πυροῦ τιμὴν ὥστε δῶναι τῷ πατρὶ αὐτοῦ ἀφανὴς ἐγένετο, βαστάξας μου καὶ χείλωμα ἐν ᾧ νέα ζωνή· προσελθόντων δὲ ἡμῶν τῷ πατρὶ αὐτοῦ περὶ τοῦ πυροῦ ἠρνήσατο μήτε ἀργύριον εἰληφέναι μήτε εἰδέναι ποῦ ἐστὶν ὁ υἱὸς αὐτοῦ. διὸ ἀξιοῦμεν μένειν παρὰ σοὶ ἐν καταχωρισμῶι τοῦτο τὸ ὑπόμνημα πρὸς τὸ αὐτόν τε παραστῆναι καὶ ἀχθῆναι καὶ τὸν πατέρα αὐτοῦ ἐπὶ σὲ ὅπως τύχωμεν τῶν ἀπὸ σοῦ δικαίων. Στοτοῆτις ἐτῶν κη οὐλὴ μήλῳ ἀριστερῷ Πανοῦπις ἐτῶν κϛ ἄσημος ἔτους κβ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Φαῶφι κδ