Ancient Greek
P.Brookl. 7
Documentary Papyri, P.Brookl. 7
Not analysed yet
ἔτους πεντεκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Φαμενὼθ α ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ· ὁμολογεῖ Στοτοῆτις Στοτοήτεως τοῦ Ὥρου ἐπικαλούμενος Κᾶνις ὡς ἐτῶν κη οὐλὴ μετώπῳ ἐκ δεξιῶν Πανοῦφι Τεσενούφεως ὡς ἐτῶν μα οὐλὴ μετώπῳ μέσῳ πεπρακέναι αὐτῷ τὸν ὁμολογοῦντα τὰς ὑπαρχούσας αὐτῷ καμήλους δύο θηλείας, τὴν μὲν μίαν κεχαραγμένην κατὰ τοῦ μηροῦ Ἀραβικῷ, τὴν δὲ ἄλλην ἀχάρακτον, ταύτας τοιαύτας ἀναπορρίφους καὶ ἀπέχειν τὸν ὁμολογοῦντα τὴν συμπεφωνημένην τιμὴν πᾶσαν ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἀργυρίου κεφαλαίου δραχμὰς χιλίας διακοσίας καὶ βεβαιώσειν τὸν ὁμολογοῦντα τὰ κατὰ τὴν πρᾶσιν ταύτην διὰ παντὸς πάσῃ βεβαιώσει. ὑπογραφεὺς Νεῖλος Σύρου ὡς ἐτῶν κϛ οὐλὴ ἀντικνημίῳ δεξιῷ. Στοτοῆτις Στοτοήτεως ὁμολογῶ πεπρακέναι τῷ Παανοῦπι τὰς ὑπαρχούσας μου καμήλους δύο …αδετ… …τ…υς