Ancient Greek
P.Brookl. 9
Documentary Papyri, P.Brookl. 9
Not analysed yet
ὁμολογία. Αὐρήλιος Ἀννεὺς Ἀνίνου ἀπὸ κώμης Εἰκοσι τοῦ Ἀρσινοίτου νομοῦ παρ Αὐρηλίῳ Ἀπφοῦ Τυράννου οἰκῶν ἐν κώμῃ Εἰκοσι χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ διὰ χειρὸς ἐξ οἴκου σου σίτου ἀρτάβας εἴκωσι, γίνονται ἀρτάβαι κ, ἃς ἐπάναγκες ἀποδώσω σοι τῷ Παῦνι τῆς εὐτυχούσης ιγ ἰνδικτίωνος γινομένης σοι τῆς πράξεώς σου παρὰ ἢ ἐμοῦ εἲ καὶ ἐκ τῶν ὑ παρχόντων μοι πάντων καθάπερ ἐκ δίκης. κύριον τὸ γραμμάτιον ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Ἁθὺρ ιε, ὑπατείας τῆς προκιμένης. Αὐρήλιος Ἀννεὺς ὁ προκίμενος ἔσχον ἐν χρήσει τὰς τοῦ σίτου ἀρτάβας εἴκωσι καὶ ἀποδώσω σοι τῇ προθεσμίᾳ ὡς πρόκιται. Γιλ… Ὡρίων ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος …ου ἀπὸ κώμης Εἰκοσι σίτου ἀρταβῶν κ