Ancient Greek
P.Brux. 1 20
Documentary Papyri, P.Brux. col. 1 20
Not analysed yet
Οὐαλλερίωι Ἀπολιναρίωι στρατηγῷ Λυκοπολίτου παρὰ Σενεσνεῦτος Σου…ειο… μητρὸς Ταπνούβχιος μετὰ κυρίου τοῦ τοῦ πατρὸς ἀδελφοῦ Πλουτογένους Ἀπολλωνίου. ἀπογράφομαι εἰς τὸ ἐνεστὸς θ ἔτος Ἀντωνίνου Καίσαρος τοῦ κυρίου κατὰ τὰ κελευσθέντα ὑπὸ τοῦ κρατίστου ἡγεμόνος Οὐαλλερίου Πρόκλου εἰς ἣν ἐώνημαι τῶι ιζ ἔτει Ἁδριανοῦ θεοῦ Φαρμοῦθι παρὰ Λύκου Αἰλούρου τοῦ Θεοδώρου μητρὸς Ἀπολλωνίας τῆς καὶ Σαροσόιτος κατὰ δημόσιον χρηματισμὸν οἰκίαν μικρὰν ἐν Λύκων πόλει ἐπὶ λαύρας Λυκαγωγῶν ἐμαυτὴν Σενεσνεῦν ἐτῶν μ, Σενφο…υν Πορε… θυγατέρα ἐτῶν κα, Ἰσαροῦν Σαρεῦτος ὀρφανὴν ἐτῶν η. καὶ ὀμνύω τὴν Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς τύχην ἐξ ὑγιοῦς καὶ ἐπʼ ἀληθείας ἐπιδεδωκέναι τὴν προκειμένην ἀπογραφήν. ἔτους θ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Μεσορὴ ἐπαγομένων ε Σενεσνεῦς μετὰ τοῦ κυρίου μου Πλουτογένους ἐπιδέδωκα.