Ancient Greek
P.Brux. col. 6
Documentary Papyri, P.Brux. col. 1 6
Not analysed yet
ϙε Ἀπίωνι βασιλικῷ γραμματεῖ Προσωπείτου παρὰ Ἀθᾶτος Πνεφερῶτος ἀπὸ Θελβόνθον Σίφθα. ἀπογράφομαι κατὰ τὰ ὑπὸ Καλουεισίου Στατιανοῦ τοῦ λαμπροτάτου ἡγεμόνος προστεταγμένα εἰς τὴν ἐπʼ ἀγαθοῖς γεινομένην κατʼ οἰκίαν ἀπογραφὴν τὰ ὑπάρχοντά μοι ἐν τῇ κώμῃ οἰκίαν καὶ ψιλοὺς τόπους Θαλαείνιος Πετῶτος πρότερον Πετῶτος τοῦ πατρὸς αὐτῆς ἐν ᾗ οὐδείς. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ Μεγίστου, Ἐπεὶφ κε. Ἀθᾶς Πνεφερῶτος ὁ προγεγραμμένος ἐπιδέδωκα ὡς πρόκειται. Πετῶς Πετσίριος ἔγραψα ὑπὲρ αὐτοῦμὴ εἰδότος γράμματα. διʼ Ἁρποκ σελίδος μβ.