Ancient Greek
1.8.11 to 1.12.11
Documentary Papyri, P.Bub. 1 1.8.11-1.12.11
Not analysed yet
…ερον παρα…ω…ος… …ς ἐπισκε… …λέλειπται καὶ ἀξιο… …μηνῶν πέντε ἔσται ἡ ἀπαίτησις ……τήν τε παραγραφὴν μητε… …προστίμου διδάξοντας καὶ τ… …οις περὶ τῆς παραγραφῆς κ… …βασιλικοὺς τοὺς διδάξοντας ……εντων ἐπὶ τοῦδε τοῦ νομοῦ φθα… …κρατίστου γενομένου διοικητοῦ ……τῆς εὐτυχεστάτης ταύτης βασιλείας π… …ομένων ἐκ τῶν ὑποβ… …τῆς ὑπʼ αὐτὸν χώρας ετη… …ησκαι… …ἐστιν φανερὸν ἐγένετο ……ου Τανείτου καὶ Βουβαστείτου ……τῶν βασιλικῶν γραμματέων …πων …ἐκ τοῦ εἴδους συναγομένων …σίτου ἀρτάβαις διακοσίαις ἑπτὰ β… δὲ βοηθοὺς τοὺς ἀπολογησομένους περὶ τῶν …καιως …ως ἀρχόμενος παρεθέμην τῷ μεγέθει …υ μηδὲ ὁλόκληρον ἡμέραν μίαν …ταξ… παρα …ς ἀναφέρω δεικνὺς μη…κνυς …παρʼ αὐτὸ καὶ μέχρι τούτου ε… ἐπειδὴ …τα καὶ ἐπί τινος …ς… ἔτους …γ …Κλαύδιος Σεουηριανὸς στρατηγῷ Βουβαστείτου χαίρειν. ἵσον βιβλιδίων δοθέντων μοι ὑπὸ Αὐρηλίας Πλουσίας βουλομένης ὠνήσασθαι τὰ ἐνγεγραμμένα μέρη οἰκίας ἀργυρίου δραχμῶν …σημειωσάμενος πεμφθῆναί σοι ἐκέλευσα. εἰ οὖν πράσει ὑποπίπτει καὶ ἡ δοθεῖσα αἵρεσις οὐκ ἔστιν ἐλάττων τῆς συντιμήσεως οὐδὲ τῆς συναγομένης πρὸς λογισμὸν προσόδου, σὺ φρόντισον πρὸ ὀφθαλμῶν ἔχων τὰ περὶ τῶν τοιούτων ὡρισμένα τὰς προκηρύξεις σὺν τῷ βασιλικῷ γραμματεῖ καὶ τὴν παράδοσιν ποιήσασθαι τῆς τιμῆς τούτων τῷ ἱερωτάτῳ ταμιείῳ τῷ σῷ κινδύνῳ εἰσφερομένης. τὸ ἀντίγραφον δὲ τούτων τῶν γραμμάτων δημοσίᾳ πρόθες, ἵνʼ οἱ βουλόμενοι ἀμείνονας αἱρέσεις διδόναι προσέλθωσιν, καὶ περὶ τοῦ ταῦτά σε ἀποπεπληρωκέναι ἀντίγραψον. ἐρρῶσθαί σε εὔχομαι. ἔτους β Μεσορὴ …Κλαυδίῳ Σεουηριανῷ τῷ κρατίστῳ διοικητῇ παρὰ Αὐρηλίας Πλουσίας Εὐδαίμονος ἀπὸ …. βούλομαι ὠνήσασθαι ἀπὸ τῶν εἰς πρᾶσιν προκειμένων τῆς διοικήσεως πρότερον ……τοῦ Βουβαστείτου νομοῦ οἰκίας …ντ… …δώσω γράμματα. σεσημείωμαι. …καὶ διʼ ἄλλης Αὐρηλίας …ναρίου ἀπὸ …ν πόλεως …Κλαύδιος Σεουηριανὸς στρατηγῷ Βουβαστείτου χαίρειν. ἴσον βιβλιδίων δοθέντων μοι ὑπὸ Αὐρηλίας …ναρίου βουλομένης ὠνήσασθαι ἀπὸ τῶν εἰς πρᾶσιν προκειμένων τῆς διοικήσεως …ἀργυρίου δραχμῶν τριακοσίων σημειωσάμενος πεμφθῆναί σοι ἐκέλευσα. εἰ οὖν πράσει ὑποπίπτει καὶ ἡ δοθεῖσα αἵρεσις οὐκ ἔστιν ἐλάττων τὰ περὶ τῶν τοιούτων ὡρισμένα τὰς προκηρύξεις σὺν τῷ βασιλικῷ γραμματεῖ καὶ τὴν παράδοσιν ποιήσασθαι τῆς τιμῆς τούτων τῷ ἱερωτάτῳ ταμιείῳ τῷ σῷ κινδύνῳ εἰσφερομένης. τὸ ἀντίγραφον τούτων τῶν γραμμάτων δημοσίᾳ πρόθες, ἵνʼ οἱ βουλόμενοι ἀμείνονας αἱρέσεις διδόναι προσέλθωσιν, καὶ περὶ τοῦ ταῦτά σε ἀποπεπληρωκέναι ἀντίγραψον. ἐρρῶσθαί σε εὔχομαι.