Ancient Greek
2.9.7 to 2.15.5
Documentary Papyri, P.Bub. 1 2.9.7-2.15.5
Not analysed yet
…ἴσον βιβλιδίων δοθέντων μοι ὑπὸ Αὐρηλί …βουλομέν …ὠνήσασθαι τὰ ἐνγεγραμμένα μέρη οἰκο… ἀργυρίου δραχμῶν …σημειωσάμενος πεμφθῆναί σοι ἐκέλευσα. εἰ οὖν πράσει ὑποπίπτει καὶ ἡ δοθεῖσα αἵρεσις οὐκ ἔστιν ἐλάττων τῆς συντιμήσεως οὐδὲ τῆς συναγομένης πρὸς λογισμὸν προσόδου, σὺ φρόντισον πρὸ ὀφθαλμῶν ἔχων τὰ περὶ τῶν τοιούτων ὡρισμένα τὰς προκηρύξεις σὺν τῷ βασιλικῷ γραμματεῖ καὶ τὴν παράδοσιν ποιήσασθαι τῆς τιμῆς τούτων …ἔτους γ …Κλαυδίῳ Σεουηριανῷ τῷ κρατίστῳ διοικητῇ παρὰ Αὐρηλίων …καὶ Νείλου τοῦ καὶ Ἰσχυρίωνος …μεν Ἀλεξανδρέων διατ… βουλόμεθα ὠνήσασθαι ἀπὸ τῶν εἰς πρᾶσιν προκειμένων τῆς σῆς ἐπιτροπῆς …κράτησις καὶ κυριεία …διευτύχει Αὐρηλι …Ἱέραξ ὁ καὶ Ἡφαιστίων …ἔτους γ …καὶ διʼ ἄλλης Ποτάμωνος …εἰ οὖν πράσει ὑποπίπτουσιν καὶ ἡ δοθεῖσα αἵρεσις οὐκ ἔστιν ἐλάττων τῆς συντιμήσεως οὐδὲ τῆς συναγομένης πρὸς λογισμὸν προσόδου, σὺ φρόντισον πρὸ ὀφθαλμῶν ἔχων τὰ περὶ τῶν τοιούτων ὡρισμένα τὰς προκηρύξεις σὺν τῷ βασιλικῷ γραμματεῖ καὶ τὴν παράδοσιν ποιήσασθαι τῆς τιμῆς τούτων τῷ ταμιείῳ τῷ σῷ κινδύνῳ εἰσφερομένης. τὸ δὲ ἀντίγραφον τούτων τῶν γραμμάτων καὶ τῆς ὑποσχέσεως δημοσίᾳ πρόθες, ἵνʼ οἱ βουλόμενοι ἀμείνονας αἱρέσεις διδόναι προσέλθωσιν, καὶ περὶ τοῦ ταῦτά σε ἀποπεπληρωκέναι ἀντίγραψον. ἐρρῶσθαί σε εὔχομαι …ἔτους γ …Κλαυδίῳ Σεουηριανῷ τῷ κρατίστῳ διοικητῇ παρὰ Αὐρηλί …καὶ ὡς χρηματίζω …βούλομαι ὠνήσασθαι ἀπὸ τῶν εἰς πρᾶσιν προκειμένων τῆς σῆς ἐπιτροπῆς …Διονυσίου ἀρτάβης κ… ἀντὶ τῶν τῆς συντιμήσεως ἀργυρίου δραχμῶν …ἥμισυ …νότῳ ῥύμη …τη κληρον… γενέσθαι δ… ἔτους γ …