Ancient Greek
P.Cair. Goodspeed 10
Documentary Papyri, P.Cair. Goodspeed 10
Not analysed yet
ἔτους εἰκοστοῦ Λουκίου Αὐρηλίου Κομμόδου Σεβαστοῦ Μεσορὴ δεκάτῃ. διαγεγράφηκεν Ἀπίωνι καὶ Ἀνουβίωνι τῷ καὶ Κολοσίωνι πράκτορσι ἀργυρικῶν τρίτου καὶ πεντεκαιδεκάτου ἀμφόδων Μέμφεως Ἐριεὺς Ἀνουβίωνος ὑπὲρ ἐνοίκων ἀναγραφομένων εἰς αὐτὸν λαογραφίας καὶ φυλάκτρου τοῦ αὐτοῦ ἔτους σὺν παντὶ δραχμὰς τετρακοσίας γίνονται δραχμαὶ υ