Ancient Greek
P.Cair. Goodspeed 14
Documentary Papyri, P.Cair. Goodspeed 14
Not analysed yet
…μο…ναυ… …ω…ο …λουχλυ του… ου…ρ…α…κ… …ὁμοίως ναυκληροκυβερνήτην πλοίου ἰδίου ἑλληνικοῦ ἀγωγῆς ἀρταβῶν ε… ἀπὸ τῆς ϛ μεμετρῆσθαι ἀναδεξαμένους καὶ ἐμβεβλῆσθαι εἰς τὰ προκείμενα αὐτῶν πλοῖα ἀπὸ κανόνος β ἰνδικτίονος μέτρον δημοσίου σίτου καθαρωτάτου ἀρτάβας χιλίας ὀκτακοσίας oὕτως …εν ἀρτάβας πεντακοσίας καὶ Παῶσιν δὲ ἀρτάβας χιλίας τριακοσίας …κούμουλα καὶ τὸ δηνάριον ἑκάστου μοδίου καὶ τὰ ναῦλα καὶ τὸ σακκοφόρικον …ἐκ δηναρίων διακοσίων καὶ ταῦτα κατακομίσωσι ἐπὶ τὴν λαμπροτάτην Ἀλεξάνδρειαν καὶ παραδώσωσιν εἰς τοὺς δημοσίους τῆς Νέας Πόλεως ἐποίσοντες ἐπʼ ὀνόματος αὐτῶν γράμματα τῆς παραδόσεως τοῦ προκειμένου μέτρου σίτου καὶ προσκομίσαντες …ὑπὲρ τῆς γενομένης ὑπʼ αὐτῶν παραδόσεως. καὶ ὀμνύομεν τὸν θεῖον καὶ σεβάσμιον ὅρκον …αἰωνίων Αὐγούστων τύχην καὶ μηδὲν διεψεύσθημεν ἢ ἡμεῖς ὑποστήσομεν τὸν ὑπὲρ αὐτῶν λόγον. ἡ χειρογραφία κυρία. καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ὑπατείας Φουρίου Πλακίδου καὶ Φλαουίου Ῥωμύλλου τῶν λαμπροτάτων Μεσορὴ ιη. Αὐρήλιοι Φιλάμμων Κωνσταντίου καὶ Σύρος Κεφάλωνος ἐγγυῶμεν καὶ ὀμνύομεν τὸν θεῖον ὅρκον ὡς πρόκειται. ἐγὼ Φιλάμμων ἔγραψα ὑπὲρ Σύρου γράμματα μὴ εἰδότος. Αὐρήλιος Ἁτρῆς Παντωνύμου ἐγγυῶ καὶ ὤμοσα τὸν θεῖον ὅρκον ὡς πρόκιται. Αὐρήλιος Πετεσοῦχος Θασιᾶτος ἐγγυῶ καὶ ὤμοσα τὸν θεῖον ὅρκον ὡς πρόκειται. Αὐρήλιος Σαραπίων Λουκίου ἐγγυῶ καὶ ὤμοσα τὸν θεῖον ὅρκον ὡς πρόκειται. Αὐρήλιος Ἁτρῆς Σερήνου καὶ Κόλλουθος Πλουτίωνος ἐγγυῶμεν καὶ ὀμνύομεν τὸν θεῖον ὅρκον ὡς πρόκειται. ἐγὼ Ἁτρῆς ἔγραψα ὑπὲρ Κολλούθου γράμματα μὴ εἰδότος.