Ancient Greek
P.Cair. Goodspeed 27
Documentary Papyri, P.Cair. Goodspeed 27
Not analysed yet
…ον …οὐλὴ γόνατι …Λεωνίδηι Ἀγχώφεως ὡς ἐτῶν λη οὐλὴ μετώπῳ ἐκ δεξιῶν ἀπέχειν παρʼ αὐτοῦ παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς ἑκατὸν εἴκοσι αἳ εἰσὶν τιμῆς φορτίων τῶν ὄντων ἐν οἷς δέδωκεν ὁ Ἀγχῶφις τῶι Λεωνίδηι εἰς ἐνοίκησιν τόποις ἐν Καρανίδι ἀκολουθῶς ἧι πεποίηται εἰς αὐτὸν ὁμολογίᾳ ἥνπερ ἐνοίκησιν καὶ μεταδεδωκέναι τὸν Λεωνίδην τὸν αὐτὸν τρόπον Στοτοήτει Πεταῦτος καὶ μὴ ἐπελεύσεσθαι τὸν Ἀγχῶφιν μηδὲ τοὺς παρʼ αὐτοῦ ἐπὶ τὸν Λεωνίδην μηδὲ ἐπὶ τοὺς παρʼ αὐτοῦ περὶ τούτων τρόπωι μηδενί. ὑπογραφεὺς τοῦ ὁμολογοῦντος Ἥρων Σατύρου ὡς ἐτῶν λε οὐλὴ μετώπωι μέσῳ