Ancient Greek
P.Cair. Isid. 100
Documentary Papyri, P.Cair. Isid. 100
Not analysed yet
Αὐρηλίῳ Νεμεσίνῳ ἐξηγητεύσαντι βουλευτῇ Ἀρσινοιτῶν πόλεως παρὰ Αὐρηλίου Ἰσιδώρου Πτολεμαίου μητρὸς Ἡρωείδος ἀπὸ κώμης Καρανίδος. βούλομαι μισθώσασθαι παρὰ σοῦ τὰς ὑπαρχούσας σοι περὶ τὴν αὐτὴν κώμην ὁριοδεικτίας Κερκεσούχων σιτικὰς ἀρούρας τέσσαρας ἢ ὅσαι ἐὰν ὦσι ἐπὶ χρόνον ἔτη τρία ἀπὸ σπορᾶς τοῦ ἐνεστῶτος ἔτους ἐκφορίου τοῦ παντὸς κατʼ ἔτος ἕκαστον πυροῦ ἀρταβῶν ἐννέα ἡμίσους ,καὶ ἐπιτελέσω τὰ κατʼ ἔτος τῶν ἀρουρῶν ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς βλάβος μηδὲ ἓν ποιῶν, τὸ δὲ κατʼ ἔτος ἐκφόριον ἀποδώσω μηνὶ Παῦνι ἐφʼ ἅλῳ μέτρῳ τετραχοινίκῳ τῶν δημοσίων πάντων ὄντων πρός σε τὸν κτήτορα, καὶ μετὰ τὸν χρόνον παραδώσω τὰς ἀρούρας ἀπὸ ἀναπαύματος καὶ καλάμης ἐξ ἴσου. ἡ μίσθωσις κυρία, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Νεμεσῖνος μεμίσθωκα ὡς πρόκιται. ἔτους β τοῦ κυρίου ἡμῶν Δομιτιανοῦ Σεβαστοῦ, Φαῶφι κγ.