Ancient Greek
P.Cair. Isid. 102
Documentary Papyri, P.Cair. Isid. 102
Not analysed yet
……βούλομαι μισθώσασθαι παρὰ σοῦ τὰς ὑπαρχούσας σοι περὶ μὲν κώμην Κερκεσοῦχα …Καρανίδος ἰδιωτικῆς γῆς σπορίμης ἀρούρας πέντε καὶ περὶ κώμην Πτολεμαίδα Νέαν ἰδιωτικῆς γῆς σπορίμης ἀρούρας δύο ,γίνονται ἐπὶ τὸ αὐτὸ ἰδιωτικῆς γῆς σπορίμης ἄρουραι ζ, ἢ ὅσαι ἐὰν ὦσι, ἐπὶ χρόνον ἔτη τρία ἀπὸ σπορᾶς τοῦ ἐνεστῶτος ἔτους ἄνευ ἐκφορίου ἐφʼ ᾧ με τὸν μισθούμενον ὑπακοῦσαι πάντα τὰ ἀπαιτούμενα ὑπὲρ τῶν ἀρουρῶν δημόσια πάντα, τοῦτʼ ἔστιν τό τε σιτικὸν μέτρημα καὶ ἀννώνας καὶ ἐπιβολὰς πάσας καὶ τὴν θείαν διατύπωσιν ἀπὸ τοῦ κ ἔτους καὶ ιθ ἔτους καὶ ιβ ἔτους ἐπὶ τὸν προκίμενον τριετῆ χρόνον ἀνυπολόγων καὶ ἀκινδύνων, καὶ οὐκ ἐξέσται μοι ἐντὸς τοῦ χρόνου προλείπειν τὴν μίσθωσιν κατʼ οὐδένα τρόπον ἀλλὰ καὶ ἐπάναγκον ἐπιτελέσω τὰ κατʼ ἔτος ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς βλάβος μηδὲν ποιῶν τῶν δημοσίων πάντων ὡς προείρηται τοῦ τε σιτικοῦ μετρήματος καὶ ἀννωνῶν καὶ πασῶν ἐπιβολῶν καὶ τῆς θείας διατυπώσεως ὄντων πρός με τὸν μισθούμενον …