Ancient Greek
P.Cair. Isid. 105
Documentary Papyri, P.Cair. Isid. 105
Not analysed yet
Αὐρήλιοι Ταῆσις καὶ Ἀλλοῦς ἀμφότεραι Κοπρῆ μητρὸς Σαραπιάδος καὶ Κάστωρ καὶ Χαιρήμων καὶ Κλημεντῖνα οἱ τρεῖς Πτολεμαίου μητρὸς Ταήσεως οἱ πάντες ἀπὸ κώμης Καρανίδος ἀλλήλοις χαίρειν. ἐπειδὴ κατελίπησαν ἡμῖν ἀπὸ κληρονομίας τοῦ πατρὸς κοπτοῦραι δύο ,ἐκληρώθημεν δὲ ἐγὼ ἡ Κλημεντῖνα καὶ Κάστωρ κοπτούραν μίαν ,ἐγὼ δὲ ὅ τε Χαιρήμων καὶ Ταῆσις καὶ Ἀλλοῦς τὴν παρὰ σοὶ τῷ Χαιρήμονι κοπτούραν μίαν ,ὡς εἶναι ἑκάστῳ ἥμισυ μέρος, ὁμολογοῦμεν κατὰ τήνδε τήν ἀσφάλειον ἐφʼ ᾧ ἐάν τις ἐπέλθῃ ταύτης τῆς κοπτούρας τῆς παρὰ σοὶ τῷ Χαιρήμονι ἕνεκεν ἡμεῖς τὰ τέσσερα μέρη κοινῶς ἐξ ἴσου ἀποστήσομεν τὸν ἐπερχόμενον ἐκ τῶν ἰδίων ἀναλωμάτων ἐξουσίας ὑμῖν οὔσηςταῖς περὶ Ταῆσιν καὶ Ἀλλοῦν κρατεῖν καὶ κυριεύειν τοῦ ἐπιβάλλοντος ὑμῖν ἡμίσους μέρους καὶ διοικεῖν ὡς ἐὰν αἱρῆσθε ?. καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιαι Ταῆσις καὶ Ἀλλοῦς συνεθέμεθα ἐπὶ πᾶσι καὶ ἔσχαμεν τὸ ἥμισυ μέρος τῆς κοπτούρης ὡς πρόκιται. Αὐρήλιος Διόδωρος ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων. Αὐρήλιος Χαιρήμων συνεθέμην ὡς πρόκιται. Αὐρήλιοι Κάστωρ καὶ Κλημεντῖνα συνεθέμεθα ὡς πρόκειται. Αὐρήλιος Πωλίων ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων. ἔτους β τοῦ κυρίου ἡμῶν Λουκίου Δομιτίου Δομιτιανοῦ Σεβαστοῦ Ἁθὺρ κζ.