Ancient Greek
P.Cair. Isid. 109
Documentary Papyri, P.Cair. Isid. 109
Not analysed yet
Αὐρήλιος Ἀφροδίσιος ……β Αὐρηλίῳ Πτολεμαίῳ γεωργῷ χαίρειν. ἀπέσχον παρὰ σοῦ τὸ ἐκφόριον ὧν γεωργεῖς μου ἀρουρῶν περὶ κώμας Καρανίδα καὶ Πτολεμαίδα Νέαν τῆς Ἡρακλείδου μερίδος ὑπὲρ τοῦ διεληλυθότος τρίτου ἔτους πλήρης, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀφροδίσιος ἀπέσχον τὸ ἐκφόριον ὡς πρόκιται. ἔτους δ τοῦ κυρίου ἡμῶν Μάρκου Αὐρηλίου Πρόβου Σεβαστοῦ Μεχεὶρ κγ