Ancient Greek
11.2.33 to 11.4rp.76
Documentary Papyri, P.Cair. Isid. 11.2.33-11.4rp.76
Not analysed yet
κριθῆς κωμητῶν ἀρτάβαι Γοδ 𐅵γ κδ, ἄλλαι ἀρτάβαι ρκ 𐅷,γίνονται ἀρτάβαι Γρϙε 𐅵κδ, πολιτῶν ἀρτάβαι τλε 𐅵γ κδ, γίνονται ἀρτάβαι Γφλα γ ιβ. ὁμοίως δὲ παραδεδώκαμεν τοῖς ἑξῆς ἐγγεγραμμένοις· σίτου Ἀφροδισίῳ καὶ Παμίτωνι καὶ κοινωνοῖς ἀπὸ κώμης Καρανίδος ἀποδέκταις ὑπὲρ μὲν πολιτῶν ἀρτάβας ϛκ, κωμητῶν ἀρτάβας Γχμγ δ, γίνονται σίτου ἀρτάβαι Δσξγ δ. εἰς δὲ λόγον πιστικίου Πασίωνι καὶ Νιλίωνι ἀμφοτέροις ἀποδέκταις πιστικίου ἀκολούθως ἀποχαῖς πιστικίου νεαροῦ λίτρας Βων αἵ εἰσι ἀρτάβαι κη 𐅵,Πασίωνι καὶ Σαραπίωνι ὁμοίως ἀποδέκταις πιστικίου λίτρας Δτοη, ὡς τῶν λιτρῶν οε τῆς ἀρτάβης α, γίνονται ἀρτάβαι νη γ κδ, Πασίωνι μόνῳ πιστικίου λίτρας φιε αἵ εἰσιν ὁμοίως ἀρτάβαι ϛ 𐅵γ κδ γίνονται εἰς λόγον πιστικίου ἀρτάβαι ϙγ 𐅵δ. γίνονται τούτων ἐν πυρῷ ἀρτάβαι Δτνζ. καὶ ἐκτιμήσεως εἰς πόλιν ἐπὶ τὴν τοῦ νομοῦ δημοσίαν τράπεζαν κατὰ τὰ κεκελευσμένα ἀπό τε τοῦ ἐν ἀποθέτῳ καὶ ἐν ἐκθέσει ιθ ἔτους καὶ ζ ἔτους Φαρμοῦθι ὑπὲρ ἀργυρίου ταλάντων ξε, ὡς τοῦ μοδίου καστρησίου δηναρίων ρ, ἀρτάβας σϙζ 𐅵γ ιβ· ἀπὸ τοῦ ἐν ἀποθέτῳ ἀρτάβας σε 𐅵δ, ἀπὸ τοῦ ἐν ἐκθέσει ἀρτάβας ϙβ ϛ, γίνονται αἱ προκείμεναι, γίνονται ὁμοῦ παραδόσεως καὶ ἐκτιμήσεως ἀρτάβαι Δχνδ 𐅵γ ιβ ὧν κωμητῶν ἀρτάβαι Δκβ δ πολιτῶν ἀρτάβαι χλβ 𐅷. κριθῆς ὁμοίως παραδεδώκαμεν Ἀφροδισίῳ καὶ Παμίτωνι ἀποδέκταις Καρανίδος ἀρτάβας Βρπβ 𐅵δ, Εὐλογίῳ ἀποδέκτῃ Κερκὴ κατὰ μέρος ἐξ ἀποχῶν αὐτοῦ ἀρτάβας Αιε 𐅵γ ιβ, Κυρίλλῳ καὶ Ὡρίωνι ἀποδέκταις πόλεως ὁμοίως ἀρτάβας τλβ 𐅵δ, γίνονται παραδόσεως κριθῆς ἀρτάβαι Γφλα γ ιβ ὧν κωμητῶν ἀρτάβαι Γρϙε 𐅵κδ πολιτῶν ἀρτάβαι τλε 𐅵γ κδ, γίνονται αἱ προκείμεναι. λοιπαὶ εἰς τὸ ἑξῆς λόγῳ ὀσπρέων· ἐν ἐκθέσει κωμητῶν ἀπὸ γενήματος ιζ ἔτους καὶ ε ἔτους καὶ γ ἔτους καὶ α ἔτους σίτου ἀρτάβαι φε 𐅵κριθῆς ἀρτάβαι ε… 𐅵ὑπατείας τῶν κυρίων ἡμῶν Κωνσταντίνου καὶ Λικιννίου Σεβαστῶν τὸ β, Χοιὰκ η Αὐρήλιοι Ἀντώνιος καὶ Ἰσίδωρος καὶ Οὐενᾶφρις καὶ Ἅρπαλος καὶ οἱ κοινωνοὶ ἐπιδεδώκαμεν ὡς πρόκιται. Αὐρήλιος Ἰσίων Παησίου ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων.