Ancient Greek
P.Cair. Isid. 133
Documentary Papyri, P.Cair. Isid. 133
Not analysed yet
Ἀφροδίσιος Πτολεμέῳ χαίρειν. πᾶν ποίησον πωλῆσαι ἐξ ὧν ἔχεις μου σιταρίων ἐνιαυτοῦ ἑνὸς καὶ ἀφεῖναι ἐνιαυτὸν τοῖς δεκαπρώτοις. σὺ γὰρ οὐκ ἀφῆκάς με πωλῆσαι αὐτὰ ἔκτοτε λέγων ὅτι ἐγὼ αὐτὰ θέλω. καὶ ἂν νῦν οὖν πώλησον αὐτὰ πρὸς δραχμὰς σ, οἶδας γὰρ ὅτι πόσα διδῶ ὑπὲρ αὑτῶν. ἵνα εὕρω ὑπακοῦσαί σε. ἆρον δὲ καὶ Στρουθὸν μετʼ ἐσοῦ, καὶ διὰ ἀπορίας ἐλαίας καλῆς τή- ρησον τὸ μέρος μου. ἐρρῶσθαί σε εὔχομαι.