Ancient Greek
P.Cair. Isid. 146
Documentary Papyri, P.Cair. Isid. 146
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Γαλερίου Οὐαλερίου Μαξιμιανοῦ Σεβαστοῦ τὸ η καὶ Γαλερίου Οὐαλερίου Μαξιμίνου τὸ β Φαρμοῦθι ιθ διέγραψαν Κάσις καὶ Ἰσίδωρος οἱ Ἡρᾶ εἰς τιμὴν πυροῦ ζ καὶ ε ἔτους ὑπὲρ ὁριοδεικτίας Καρανίδος τάλαντα εἴκοσι, γίνεται τάλαντα κ καὶ τῇ αὐτῇ ἡμέρᾳ διέγραψαν οἱ αὐτοὶ ὑπὲρ τιμῆς πυροῦ ζ ἔτους καὶ ε ἔτους ὑπὲρ ὁριοδεικτίας Καρανίδος τάλαντα δέκα, γίνεται τάλαντα ι καὶ τῇ αὐτῇ ἡμέρᾳ οἱ αὐτοὶ τιμῆς πυροῦ ζ ἔτους καὶ ε ἔτους καὶ ὁριοδεικτίας Καρανίδος τάλαντα εἴκοσι, γίνεται τάλαντα κ καὶ τῇ αὐτῇ ἡμέρᾳ διέγραψαν οἱ αὐτοὶ τιμῆς πυροῦ ζ καὶ ε ἔτους καὶ ὑπὲρ ὁριοδεικτίας Καρανίδος τάλαντα δεκαπέντε, γίνεται τάλαντα ιε.