Ancient Greek
P.Cair. Isid. 38
Documentary Papyri, P.Cair. Isid. 38
Not analysed yet
ἔτους β τοῦ κυρίου ἡμῶν Λουκίου Δομιτίου Δομιτιανοῦ Σεβαστοῦ Ἁθὺρ ια. Αὐρήλιοι Σεουηρῖνος βουλευτὴς Ἀλεξανδρείας καὶ Σαρμάτης γυμνασιαρχήσας καὶ Ἀνδρείας καὶ Φιλάδελφος καὶ Σαβεῖνος γυμνασιαρχήσας δεκάπρωτοι δ ε τοπαρχίας Ἡρακλείδου μερίδος ἐμετρήθημεν ἐν θησαυρῷ κώμης Καρανίδος ὁριοδεικτίας καὶ Κερκεσούχων ὑπὲρ γενήματος α ἔτους ὀνόματος Σαραπίωνος Ὀννώφρεως διὰ Ἰσιδώρου …ἀρτάβας δεκατέσσαρας καὶ ὑπὲρ ἀποσπορᾶς …εἰκοσιοκτώ ,γίνονται ὁμοῦ ἀρτάβαι μβ, καὶ τοὺς ὀβολοὺς καὶ τὰς διαγραφάς. Αὐρήλιος Φιλάδελφος σεσημείωμαι. Ἀνδρίας σεσημείωμαι. Αὐρήλιος Σαβῖνος σεσημείωμαι.