Ancient Greek
41.1.1 to 41.3.39
Documentary Papyri, P.Cair. Isid. 41.1.1-41.3.39
Not analysed yet
…δραχμὰς χιλίας καὶ …διὰ Μέλανος καὶ Σερήνου ἀπαιτητῶν. ἔτους ιθ καὶ ιη καὶ ια Ἐπεὶφ κ διέγραψεν Παλήμων Πτολεμαίου θείας διατυπώσεως δραχμὰς τριακοσίας, δραχμὰς τ, διὰ Μέλανος καὶ Σερήνου ἀπαιτητῶν. ὁ αὐτὸς διέγραψεν τιμῆς καμήλου καὶ βοὸς δραχμὰς ἑκατὸν πλήρης, διὰ τῶν αὐτῶν ἀπαιτητῶν ἔτους ιθ καὶ ιη καὶ ια τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων, Ἁθὺρ δ. διέγραψεν ἡμῖν Παλήμων Πτολεμαίου θείας διατυπώσεως α πρὸ Καλενδῶν Ἰουνίων τοῦτʼ ἔστιν Παῦνι ϛ ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων τὸ δ κώμης Καρανίδος ἀργυρίου τάλαντον ἓν δραχμὰς τετρακοσίας, γίνονται τάλαντον α δραχμαὶ υ, διὰ Σερήνου καὶ Μέλανος ἀπαιτητῶν, καὶ τιμῆς καμήλου καὶ βοὸς δραχμὰς χιλίας ἑκατόν, γίνονται δραχμαὶ Αρ πλήρης, διὰ τῶν αὐτῶν ἀπαιτητῶν. ἔτους ιη καὶ ιζ καὶ ι τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων, Παῦνι κ ἕως Μεσορὴ …Αὐρήλιοι Κοπρῆς καὶ Κάσιος καὶ οἱ κοινωνοὶ σιτολόγοι κώμης Καρανίδος ἐμετρήθημεν ἐν θησαυρῷ τῆς αὐτῆς κώμης ὑπὲρ γενήματος ιη ἔτους καὶ ιζ ἔτους καὶ ι ἔτους καὶ ιζ ἔτους καὶ ιϛ ἔτους καὶ ἐνάτου ἔτους μέτρῳ δημοσίῳ ξυστῷ ὀνόματος Παλήμωνος Πτολεμαίου πυροῦ ἀρτάβας ἐνενήκοντα καὶ τὰς ἑκατοστάς, γίνονται πυροῦ ἀρτάβαι ϙ. Αὐρήλιος Κάσιος σεσημείωμαι γ… τῶν κοινωνῶν. Ἀχιλλᾶς σεσημείωμαι. καὶ ὁμοίως ἐμετρήθημεν ἄλλας πυροῦ ἀρτάβας δεκαοκτὼ ἥμισυ τέταρτον καὶ τὰς δ… καὶ ιθ ἔτους καὶ ιη ἔτους καὶ ια ἔτους Τῦβι κδ καὶ κε διέγραψεν ὁ αὐτὸς Παλήμων γενήματος ιζ ἔτους καὶ ιϛ ἔτους καὶ θ ἔτους διὰ σιτολόγων κώμης Καρανίδος τάλαντα δύο, γίνεται τάλαντα β. Αὐρήλιος Κάσιος σεσημείωμαι. καὶ Μεχεὶρ ιβ διέγραψεν ὁ αὐτὸς ἄλλα τάλαντα δύο, γίνεται τάλαντα β. Αὐρήλιος Κάσιος σεσημείωμαι. Αὐρήλιος Κοπρῆς σεσημείωμαι.