Ancient Greek
P.Cair. Isid. 44
Documentary Papyri, P.Cair. Isid. 44
Not analysed yet
Αὐρήλιος …γενόμενος ἐπιμελητὴς κρέως κ ἔτους καὶ ιβ ἔτους κώμης Καρανίδος Αὐρηλίοις Ἀτεύκει καὶ Ἰσιδώρῳ καὶ τοῖς κοινωνοῖς ἀπαιτηταῖς κ ἔτους καὶ ιβ ἔτους κώμης Καρανίδος χαίρειν. τὰ ἀποδοκιμασθέντα χοιρίδια ἐξ ὧν παρέλαβον παρʼ ὑμῶν δύο …ἐν Μεμφίτῃ, ὑπερεβλήθη δὲ καὶ ἄλλα ὀκτὼ ἄχρις ἂν ζητηθῇ, νῦν δὲ ἐζητήθη, ἐμοῦ ἐπελθόντος ὑμᾶς, ἐντεῦθεν ἔσχον αὐτὰ τά χοιρίδια ὀκτώ . Αὐρήλιος Ἀνουβίων ἔγραψα τὰ ὅλα. ἔτους ιδ καὶ β τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Σεουήρου καὶ Μαξιμίνου ἐπιφανεστάτων Καισάρων ….