Ancient Greek
P.Cair. Isid. 46
Documentary Papyri, P.Cair. Isid. 46
Not analysed yet
Αὐρήλιος Σουχάμμων ἀποδέκτης ἀχύρου ἐποικίου Λευκογίου Αὐρηλίοις …ου καὶ Ἁτρῇ ἀπαιτηταῖς κώμης Καρανίδος ὁριοδεικτίας. παρηνέγκατε ἀχύρου λίτρας δισχιλίας ὀκτακοσίας πεντήκοντα, γίνονται λίτραι Βων, γενήματος ιε καὶ γ καὶ α ἔτους. Σουχάμμων σεσημείωμαι. ἔτους ιϛ καὶ δ καὶ β Θὼθ ε.