Ancient Greek
P.Cair. Isid. 48
Documentary Papyri, P.Cair. Isid. 48
Not analysed yet
Αὐρήλιοι Πασίων βουλευτὴς καὶ Σαραπίων Ἑλλαδικοῦ ἀμφότεροι ἀποδέκται πιστικίου Αὐρηλίοις Ἀντωνίῳ καὶ Ἰσιδώρῳ σιτολόγοις ιζ ἔτους καὶ ε ἔτους χαίρειν. παρελάβαμεν παρʼ ὑμῶν πιστικίου λίτρας ἑπτακοσίας πεντήκοντα, γίνονται λίτραι ψν. Πασίων σεσημείωμαι. ἔτους ιζ καὶ ε Μεσορὴ κα.