Ancient Greek
P.Cair. Isid. 51
Documentary Papyri, P.Cair. Isid. 51
Not analysed yet
Αὐρήλιοι Κάστωρ Πανκρατίου καὶ Παλήμων Πα… ἀπαιτηταὶ ναύλων εἰδῶν ιϛ ἔτους καὶ δ ἔτους καὶ Κασιανὸς καὶ Δημήτριος Οὐαλερίου ἀπαιτηταὶ ιη ἔτους καὶ ϛ ἔτους κώμης Καρανίδος καὶ ὁριοδεικτίας Αὐρηλίῳ Παλήμωνι Πτολεμαίου χαίρειν. ἔσχαμεν παρὰ σοῦ διὰ Κοπρῆ ἀργυρίου δραχμὰς δισχιλίας πεντακοσίας, γίνονται δραχμαὶ Βφ. ιθ ἔτους καὶ ζ ἔτους καὶ ε ἔτους καὶ γ ἔτους Φαρμοῦθι ϛ.