Ancient Greek
P.Cair. Isid. 64
Documentary Papyri, P.Cair. Isid. 64
Not analysed yet
Αὐρηλίῳ Ἥρωνι στρατηγῷ Ἀρσινοίτου παρὰ Αὐρηλίων Ταήσεως καὶ Κυριλλοῦτος ἀμφοτέρων Κοπρῆ ἀπὸ κώμης Καρανίδος. ὁ ἡμέτερος ἡμῶν πατὴρ, ἄριστε τῶν στρατηγῶν, τὸν βίον τελευτῶν κατέλειψεν κινητὰ εἴδη. ὁ δὲ τούτου ἀδελφὸς Χαιρήμων ἅπαντα τὰ κατέλειψεν ἐνκολπωσάμενος καὶ παρέσχετο ἡμῖν ταῖς γυναιξὶν σιτικὰς δημοσίας ἀρούρας ταῖς μὴ δυναμέναις ὑπαντᾶν τοῖς φόροις τῶν ἀρουρῶν. προσήλθαμεν δὲ καὶ τότε τῷ γενομένῳ πρωτοστάτῃ τῆς κώμης Σερήνῳ τῷ καὶ Ἁρποκρᾷ καὶ ἐκέλευσεν αὐτὸν ἅπαντα τὰ καταλειφθέντα ὑπὸ τοῦ ἡμῶν πατρὸς ταῦτα ἡμῖν παρασχεῖν. ὃς δὲ οὐδεμίαν ἡμῶν φροντίδα ποιεῖται, καὶ διʼ αὐτὸ τοῦτο ἐντάξασαι τὰ καταλειφθέντα δεόμεθα καὶ παρακαλοῦμεν τὴν σὴν φιλανθρωπίαν ὅπως κελεύσῃς αὐτῷ τῷ Χαιρήμονι ταῦτα ἡμῖν παρασχεῖν ἵνα δυνηθῶμεν ὄνησιν ἔχειν τῶν ἰδίων. διευτύχει. ἔστι δὲ τὰ εἴδη· πρόβατα τέλεια ξα, αἶγες τέλειοι μ, μηχανὴ ἀλετικὴ α καὶ ἀργυρίου τάλαντα γ καὶ σίτου ἀρτάβαι β καὶ δουλικὰ σώματα δύο ἐξ ὧν κατεπώλησεν δούλην μίαν.