Ancient Greek
P.Cair. Isid. 75
Documentary Papyri, P.Cair. Isid. 75
Not analysed yet
Αὐρηλίῳ Γεροντίῳ πραιποσίτῳ ε πάγου παρὰ Αὐρηλίου Ἰσιδώρου Πτολεμαίου ἀπὸ κώμης Καρανίδος. πλείστην γῆν κεκτημένου μου καὶ περὶ τὴν γεωπονίαν ὄντος μου μηδεμίαν τε συμπλοκὴν ἔχοντος πρός τινας κατὰ τὴν κώμην ἀλλὰ κατʼ ἐμαυτὸν ἀναχωροῦντος, οὐκ οἶδα ὅπως, τῇ προελθούσῃ ἡμέρᾳ μέσαις ὥραις ἐμοῦ ἐν ἀγροῖς ὄντος Καλᾶς Ὀννώφρεως καὶ Σεύθης Τιμοθέου καὶ Ἑρᾶς Σεύθου καὶ Παῆσις Ἀπολιναρίου καὶ Σώτας Ἀχιλλᾶ καὶ Σερῆνις Ἀρίστωνος ἀπὸ τῆς αὐτῆς κώμης μηδὲν ἔχοντες πρός με, οἴνῳ πολλῷ βεβαρημένοι καὶ θαρροῦντες ᾧ περίκεινται πλούτει, ἐπιστάντες μετὰ ἀραβικῶν τῇ ἡμετέρᾳ οἰκίᾳ καὶ τὰς μὲν θύρας κατασχίσαντες καὶ ἔνδον γενόμενοι ὅσα μὲν πρὸς ὑπηρεσίαν εἴχομεν σκεύη συνέτριψαν βαστάξαντες καὶ εἴ τι ἐν τῷ τόπῳ εὗραν, καὶ εἰ μὴ βοῇ κέχρηνται οἱ ἡμέτεροι γυναῖκες οὖσαι ἐποίησαν οἱ ἀπὸ τῆς κώμης ἐπίπτωσιν τῷ τόπῳ. τάχα ἂν καὶ μείζονα αὐτοῖς ἐπεβουλεύοντο. ὅθεν τῆς τηλικαύτης αὐτῶν ἀναιδείας δεομένης τῆς ἀπὸ τῶν νόμων ἐπεξελεύσεως τῶν τε θυρῶν καὶ τῶν συντριβέντων σκευῶν φανερῶν ὄντων, ἀναγκαίως τὰ ἔνγραφα ἐπιδίδωμι ἀξιῶν αὐτοὺς ἀχθῆναι ἐπὶ σοῦ ἵνα τὰ ἀκόλουθα τοῖς νόμοις πραχθῆναι δυνηθῇ, ὃ παραφησυχάσω ἐπὶ τούτοις. διευτύχει. ὑπατείας Σαβίνου καὶ Ῥουφίνου τῶν λαμπροτάτων Φαῶφι κζ.