Ancient Greek
P.Cair. Isid. 77
Documentary Papyri, P.Cair. Isid. 77
Not analysed yet
Αὐρηλίῳ Κ… πραιποσίτῳ ε πάγου παρὰ Αὐρηλίας Ταλῆτος Παλήμονος ἀπὸ κώμης Καρανίδος διʼ ἐμοῦ τοῦ ἀνδρὸς Ἰσιδώρου ἀπὸ τῆς αὐτῆς κώμης. ὅτι χρὴ ὑμᾶς τοὺς πρεποσίτους ……α… τὴν πᾶσαν κηδεμονίαν ποιεῖσθαι τῶν ἀγροίκων …γερ…ν υπ… …α…ω…ορων τοῦτο πᾶσι πρόδηλον καθέστηκεν. τοῦ δὴ οὖν πατρός μου τετελευτηκότος …ησ…ου πρὸ ἐτῶν τούτων δέκα καὶ πέντε ἐπί τε ἐμοὶ καὶ ἑτέρᾳ μου ἀδελφῇ Κουλίλλᾳ τὸ ὄνομα, ἀμφότεραι μερισάμεναι τὰ καταλελειμμένα ἑκάστη ἡμῶν ἐδιοίκησεν τὰς ὑποστελλούσας αὐτῇ ἀρούρας. τῆς οὖν Κουλίλλας ἀνδρὶ συνελθούσης Ἀίωνι ἀπὸ τῆς αὐτῆς κώμης, ἀμφοτέρων αὐτῶν τετελευτηκότων αὐτῶν τῆς τε ἀδελφῆς μου καὶ τοῦ ἀνδρὸς αὐτῆς καὶ καταλειψάντων παιδία θηλυκὰ μικρὰ δύο ,τοῦ δὲ πατρὸς τῶν παιδίων ἔχοντος μὲν ἀδελφοὺς Σαμβαθίωνα καὶ …νιον καὶ …φεραν γῆν δὲ καὶ βοῦς ἓξ καὶ ὄνους δύο καὶ πώλους δύο καὶ μέρη μ…λαιε…, ἐπεὶ οἱ προειρημένοι τοῦ πατρὸς ἀδελφοὶ ἐπικατεσχηκότες πάντων τῶν καταλελειμμένων ὑπό τε τῆς ἀδελφῆς μου καὶ τοῦ ἀνδρὸς αὐτῆς συνεκομίσαντο μὲν τὸ πλεῖστον μέρος τῆς καταλελειμμένης σπορᾶς ὑπὸ τοῦ Ἀιώνεως, τὸ δὲ λείψανον αὐτῆς τῆς σπορᾶς μέχρι τούτου ἀσυνκόμιστον καταλελοίπασιν, τὰς δὲ ἐπιτεθείσας σφραγῖδας τοῖς τόποις ὑπὸ τοῦ πατρὸς τῶν ὀρφανῶν ἀν…πε…αμ…α…ε… ἀ φῄρεσαν τὰ καταλελειμμένα οὐ μόνον ἀλλὰ καὶ παρανομίᾳ μεγίστῃ χρώμενοι αὐτοὶ κατεχόμενοι ἀπὸ τῶν νόμων πρὸς τὴν κηδεμονίαν τῶν παιδίων θεῖοι γὰρ πρὸς πατρὸς αὐτῶν τυγχάνουσιν τῆς γῆς ἀμελοῦσιν, ἀλλὰ καὶ δικαιολογουμένης μου πρὸς αὐτοὺς ὕβρεις μοι οὐ τὰς τυχούσας πεποίηνται ἐντειλάμενοί μου καὶ το…περ…χης καὶ …των, διὸ φέρειν μὴ δυναμένη τοῦ καιροῦ κατεπείγοντος ἐν ᾧ χρὴ τῆς γῆς πρόνοιαν ποιήσασθαι ἀναγκαίως πρόσειμί σοι καὶ ἀξιῶ ὅπως τούτους μετακαλεσάμενος ἐπανανκάσῃς αὐτοὺς ἀναγραφὴν ἁπάντων τῶν καταλελειμμένων συστήσασθαι τῆς δὲ γῆς πᾶσαν φροντίδα ποιήσασθαι ὑπὲρ τοῦ αὐτὰς ἐν τοῖς ἐμφόροις περισωθῆναι καὶ μηδὲν παραπολέσθαι τοῖς ὀρφανοῖς, καὶ ἱκανὰ δὲ αὐτοὺς παρασχεῖν μὴ ἄρα ἃ λόγῳ ἐπηγγείλαντό μοι ἔργῳ ἐπιτελέσωσι, ἵνα ἐπιδημοῦντος τοῦ κυρίου μου διασημοτάτου ἡγεμόνος Οὐαλερίου Ζίπερος ἐντυγχανούσης μου ἅπαντα κατὰ νόμους ἐκδικηθῆναι δυνηθῇ. διευτύχει. Αὐρηλία Ταλῆς διʼ ἐμοῦ τοῦ ἀνδρὸς Ἰσιδώρου ἐπιδέδωκα. Αὐρήλιος Παῦλος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Σεβαστοῦ τὸ ϛ καὶ Κωνσταντίνου Καίσαρος τὸ α, …γ.