Ancient Greek
P.Cair. Isid. 80
Documentary Papyri, P.Cair. Isid. 80
Not analysed yet
…ἀπὸ τοῦ ἀμφόδου Βιθυνῶν Ἰσίωνος Αὐρηλίῳ Ἥρωνι Πτολεμαίου ἀπὸ κώμης Καρανίδος χαίρειν. ἐπειδὴ …ω… ἀντὶ σοῦ …τὴν τοῦ συμμάχου χρείαν, ἐμοῦ δὲ λαβόντος παρὰ σοῦ ὑπὲρ τοῦ μισθοῦ καὶ ἐκπείσματος τὰ μεταξὺ ἡμῶν συμφωνηθέντα ἀργυρίου τάλαντα τρία ,διόπερ ἐντεῦθεν ὁμολογῶ ἀπεσχηκέναι τὰ αὐτὰ καὶ προκίμενα τοῦ ἀργυρίου τάλαντα τρία καὶ τὸ ξίφος καὶ τὴν ἀντὶ σοῦ χρείαν ἀμέμπτως ἀποπληρῶσαι, παραμενῶ δὲ ἐκεῖσε εἰς τὴν αὐτὴν συμμαχίαν μέχρις ἂν ἀπολύσεως τύχω ἀρκούμενος τῷδε τῷ προκιμένῳ ἐκπείσματι, καὶ οὐκ οὔσης ἐξουσίας ὁποτέρῳ ἡμῶν ἀλλάξαι τι τούτων ἢ παραβῆναί τι τῶν ἐνγεγραμμένων κατʼ οὐδένα τρόπον, ἐντεῦθεν δὲ παρέσχον ἐγγυητὴν Αὐρήλιον Δῖον Πωλίωνος ἀπὸ τοῦ αὐτοῦ ἀμφόδου Βιθυνῶν Ἰσίωνος ὃς παρὼν εὐδόκησεν τῇδε τῇ γενομένῃ συγκαταθέσει, διὰ τὸ ἐπὶ τούτοις ἡμᾶς τὰ πρὸς ἀλλήλους συντεθεῖσθαι. ἐπερωτήσαντες ἀλλήλους ὡμολογήσαμεν. ἔτους β τοῦ κυρίου ἡμῶν Λουκίου Δομιττίου Δομιττιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Φαῶφι κβ. Αὐρήλιος Ἥρων Πτολεμαίου ἀπὸ κώμης Καρανίδος συνεθέμην πᾶσι τοῖς προκειμένοις καὶ οὐδὲν παραβήσομαι ὡς πρόκειται, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Χαιρήμων ἔγραψα ὑπὲρ αὐτοῦ ἀξιωθεὶς ἀγραμμάτου ὄντος. Αὐρήλιος Δεῖος ἐνεγυησάμην τὸν Ἥρωνα ὡς πρόκιται.