Ancient Greek
P.Cair. Masp. 1 67006 Ro
Documentary Papyri, P.Cair. Masp. 1 67006r
Not analysed yet
δέησις καὶ ἱκεσία παρὰ Μαρίας ἀπὸ κώμης Σάββεως τοῦ Θεοδοσιουπολίτου νομοῦ. εὐεργέτημα μέγιστον πρόκειται πᾶσι τοῖς ἠδικημένοις ἡ τῆς ὑμετέρας ἐνδόξου ὑπερφυΐας ἐκδικία. ἀδικοῦμαι ὑπὲρ πάντα λόγον, καὶ ἐγὼ ἡ ἀθλία χήρα καὶ τρέφουσα πολλοὺς ὀρφανοὺς ἀφηλίκους υἱοὺς καὶ μηδέποτε π…λθ… κατὰ σπόραν πυρῶν …ηθην μήτε ἀπὸ γονέων καὶ προγόνων μου τοῦτο τὸ ἔμφυτον ἔχουσα, καὶ οὕτως ἐπεξῆλθάν μοι βιαίως οἱ πρωτεύοντες τῆς ἐμῆς κώμης Σάββεως, βουλόμενοι ἐπιβαλεῖν τῇ ἐμῇ χηραιότητι ἀρούρας στρεφομένας …τῷ ἀπόρῳ …μετὰ τῶν ἐμῶν ὀρφανῶν τέκνων μου τῶν καὶ δεομένων τὴν ἀναγκαίαν τροφήν, ἀπολογήσασθαι ὑπὲρ τούτων μὴ σπειρομένων ἀεὶ δημόσια καὶ πάντα βάρη· ὅθεν παρακαλῶ τὸ ὕψος ὑμῶν φιλάνθρωπον εἰ παρασταίη προστάξαι μὴ παρὰ τὸ ἔθος συνήθως τῶν ἐμῶν γονέων καὶ τῆς παντοίας μου γενέας ἕλκεσθαί με εἰς τοιοῦτο γεωργικὸν λειτούργημα καὶ φρόντισμα δουλίας οὗ ἀπείρως ἔχω καὶ ἀδυνάτως ἔχω τὸ μέρος …θῆναι …πορω τοῦ ἀλιάστου, ἵνα μὴ καὶ εὕρω καταθέσθαι γῄδια, ὅπως τούτου τυχοῦσα τοῦ εὐεργετήματος εὐχαριστηρίους εὐχὰς καὶ ὕμνους ἀναπέμψω τῷ παγκτίστῳ Θεῷ καὶ σωτῆρι Χριστῷ ὑπὲρ διαμονῆς ὡς κ…δεσι μόνος …τοῦ φιλανθρώπου ὕψους ὑμῶν καὶ τῶν γλυκυτάτων ὑμῶν τέκνων διὰ παντός, δέσποτα δέησις καὶ ἱκεσία παρὰ Μαρίας