Ancient Greek
67006v.v.38 to 67006v.v.67
Documentary Papyri, P.Cair. Masp. 1 67006v.v.38-67
Not analysed yet
…τον γάμων τὰ καὶ ἀρτίως δοθέντα τῷ αὐτῷ νυμφίῳ, ἕτερα δὲ νομίσματα τέσσαρα …νομίσματον δοθέντα τῷ αὐτῷ Βίκτωρι ἐκ τῆς ὑποθήκης τῶν κληρονόμων μόνον παντὶ νο… ἐπιβάλλοντος τῇ αὐτῇ μακαριωτάτῃ Ἀλίᾳ τῇ αὐτοῦ γαμετῇ μέρους, καὶ ἄλλα τρία ἥμισυ ,καὶ ἄλλα νομίσματα τρία δίμοιρον ἐκ τοῦ γραμματίου τῆς αὐτῆς μακαριωτάτης Ἀλίας …τ…ειν…ον ου ἀλλα …καὶ ἄλλα νομίσματα τρία δίμοιρον ἐκ τῶν κ… οσε… τῆς αὐτῆς μακαριωτάτης Ἀλίας, καὶ τὸ ἄλλο ἓν τρίτον ἐκ τῆς προχρείας τοῦ μέρους αὐτῆς κτήματος, καὶ ὀριχαλκίων καὶ χαλκωμάτων ἐν διαφόροι εἴδεσι ἐσκευασμένοις λίτρας τριάκοντα καὶ κράββατα κοῦφα δύο ,καὶ ταπήτιν κραβάκτηρον ἕν ,καὶ τράπεζαν μίαν ξυλίνην μονοπτύχιον, καὶ σόλιον σιδηροῦν ἕν ,καὶ ὑποπόδιον, καὶ θυΐαν μίαν ὀστρακίνην εἰς χρείαν προπάσματος, καὶ κορτίνην παλαιάν, καὶ στιλα ἓν καὶ μέρος ἥμισυ ἱστοῦ τετραϋφάντου, καὶ σπορίμης γῆς ἀρούρας δύο τέταρτον ὄγδοον οὔσας ἐν τῷ προειρημένῳ κτήματι τῷ διακειμένῳ ἐν τῇ πεδίᾳδι τῆς αὐτῆς κώμης Ψινομούνεως, μετὰ τοῦ ἐπιβάλλοντος μέρους αὐταῖς τῶν ἐκεῖσε ὑδρευμάτων καὶ φοινίκων καὶ ἄλλων παντοίων φυτῶν, εὐκάρπων τε καὶ ἀκάρπων, καὶ ἑτέρων χρηστηρίων πάντων, καὶ πάντων τῶν φυτῶν, εὐκάρπων τε καὶ ἀκάρπων τε καὶ ἑτέρων χρηστηρίων πάντων καὶ παντὸς τοῦ δικαίου ἐντὸς καὶ ἐκτὸς, καὶ μέρος δίμοιρον ὁλοκλήρους οἰκίας μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου ᾠκοδομημένης διακειμένης ἐπὶ τῆς αὐτῆς Λυκοπολιτῶν ἐπὶ ῥύμης τῆς παρας… εὐκτηρίου τοῦ ἁγίου μάρτυρος ἄπα Βίκτωρος. ὡμολόγησεν ὁμοίως ὁ αὐτὸς θαυμασιώτατος Βίκτωρ ἰατρὸς ὁ προγεγραμμένος διδόναι ἐπὶ τῷ προειρημένῳ αὐτοῦ υἱῷ Ἀφοῦτι εἰς …ασε… ὑποστάσεως ὀριχαλκίνων καὶ χαλκωμάτων ἐν διαφόροις εἴδεσι ἐσκευασμένοις λίτρας ἄλλας τεσσαράκοντα πέντε ,καὶ κολλύρια διάφορα ξηρὰ λίτρας εἴκοσι ,καὶ τυλάριον ἕν ,καὶ προσκεφάλαια δύο στυππινόμεστα σιπποινόμεστα ἀνθήλεια καὶ ἄλλα προσκεφάλαια πολύμιτα δύο ,καὶ υνακια δύο · ἓν μὲν ῥούσιον, τὸ δὲ ἄλλο πορφυροῦν καὶ λωδίκιον ῥούσιον ἓν καὶ …ε… καὶ ειτα…ν κοῦφον καὶ …δρον καὶ τοῦ κύκλου δερματίνου αὐτοῦ, καὶ θρόνος εἷς ,καὶ φρινειν καὶ γλωσσοκομεῖον ἓν ξύλινα, καὶ ἑπτὰ κειπλαρια· ὧν ἓν καὶ στιχάριον, καρακάλλια πέντε διάφορα, καὶ ὀθόνιον μαλλωτὸν, καὶ πύργιτρον ἰατρικὸν ἓν ἐξεστίσμενον, καὶ θύϊα ἰατρικὰ δύο ,καὶ φακιάλια δύο ,καὶ ἀλλαξιμάριον ἕν ,καὶ σάβανον ἕν ,καὶ λινούδια ἐπιχώρια δύο ,καὶ τὸ ξύνολον πᾶν μέρος τρίτον τῆς αὐτῆς οἰκίας, καὶ ἄρουραν μίαν ὄγδοον σιτίνην