Ancient Greek
67006v.v.96 to 67006v.v.130
Documentary Papyri, P.Cair. Masp. 1 67006v.v.96-130
Not analysed yet
τον… κατὰ τοῦ πολλ…ς ἥμισυ ἔτι μὴν καὶ υνακιον μαλόχοον πρωτόκναφον καὶ ἄλλο …κράβακτον κοῦφον ἕν ,καὶ εἶτα δερτισκα δύο ,ἓν μὲν τετραΰφαντον, τὸ δὲ ἄλλο διύφαντον. ὁμολογεῖ δὲ ὁμοίως ὁ προειρημένος εὐλαβέστατος Ἰωάννης διάκονος ἑτοίμως ἔχειν διδόναι τῇ εὐγενεστάτῃ αὐτοῦ θυγατρὶ Βικτωρίνῃ καθʼ ἕκαστον ἐνιαυτόν, ἐπὶ ὅλον μόνον τὸν χρόνον τῆς ζωῆς αὐτοῦ, ἄχρι τῆς τελευτῆς αὐτοῦ, λόγῳ χορηγίας, ἀπὸ γενήματος τῆς μελλούσης εὐτυχοῦς πεντεκαιδεκάτης ἰνδικτίονος καὶ αὐτῆς …σίτου μέτρῳ μοδίῳ ξυστῷ ἀρτάβας δώδεκα ,ἐπὶ τῷ ταύτας Ἀφοῦτα δὲ τὸν αὐτὸν νύμφιον καὶ τὴν εὐγενεστάτην αὐτοῦ νύμφην αὐτουργεῖν καὶ φιλοκαλεῖν καὶ βελτιοῦν καὶ νέμεσθαι, καὶ καρποῦσθαι αὐτοὺς τὴν ἔρανον τοῦ προειρημένου μέρους τῶν αὐτῶν κτημάτων πα…α…τον πρόσοδον καθʼ ἕκαστον ἐνιαυτὸν ἀπὸ γενημάτων τῆς σὺν Θεῷ πεντεκαιδεκάτης ἰνδικτίονος καὶ αὐτῆς, ἐπὶ τῷ πατέρα καὶ διδόναι αὐτοὺς τα… ειαν καθʼ ἕκαστον ἐνιαυτόν, ἐπὶ το…ου…υπολ… …ει…οισα… τῆς αὐτῆς σὺν Θεῷ πεντεκαιδεκάτης ἰνδικτίονος καὶ αὐτῆς ἐπὶ τὸν διηνεκῆ χρόνον, ἐφʼ ᾧ τε τά τε λόγα ἕδνων προσενεχθέντα τά τε λόγα προικὸς …ξ… εἶναι παρὰ τῷ αὐτῷ νυμφίῳ καὶ τῇ αὐτοῦ νύμφῃ καὶ διηγορεύμενα τοῖς νόμοις. καὶ γένοιτο αἴσιος καὶ εὐτυχῆς ὁ γάμος οὕτος ἐπὶ αἰώνιον τε χρόνον διαμένειν καὶ μετʼ εὐνοίας συνβιων ἀλλήλοις καὶ τέκνων κληθῆναι αὐτοὺς πατέρας. ἔδοξέν τε καὶ συνῄρεσεν τοῖς μέρεσιν ἕπεσθαι τῇ θείᾳ διατάξει, τῇ περὶ γαμικὴν συγγραφὴν ἐμφωνηθείσῃ οὕτως, ὡς εἰ συμβαίη, ουν…ρατιη καὶ μὴ γένοιτο, προτελευτᾶν τοῦ ἀνδρὸς τὴν νύμφην, παίδων μὲν ὑπόντων ἢ καὶ ἑνὸς παιδὸς ὕποντος, ἐπὶ τῷ τὸν ἄνδρα πρὸ τῆς τελευτῆς …εν… τέκνων δὲ μὴ ὄντων ἢ καὶ ἑνὸς τέκνου μὴ ὄντος, ἐπὶ τῷ τὸν ἄνδρα ἀποκερδάναι μονα …ἄνδρα μη …εις… αδιαθετο εἰς εα… τῷ δὲ ἴσῳ καὶ ὁμοίῳ τρόπῳ ἔδοξεν ὁμοίως, ὡς εἰ συμβαίη ὡς εἰ συμβαίη τῷ ἀνδρὶ …πει… πρὸ τελευτῇ τῆς νύμφης, παίδων μὲν ὑπόντων ἢ καὶ ἑνὸς παιδὸς ὕποντος, ἐπὶ τῷ τὴν γυναῖκα ἀποκερδάναι ἅπαντα τὰ ἕδνα καὶ πάντα τὰ ἐπιδιδόμενα ἐν ὥρᾳ γάμων, τέκνων τε μὴ ὄντων ἢ καὶ ἑνὸς τέκνου μὴ ὄντος, ἐπὶ τῷ τὴν νύμφην ἀποκερδάναι ἅπαντα τὰ τῷ αὐτῆς ἀνδρὶ οἰκεῖα.