Ancient Greek
P.Cair. Masp. 1 67008
Documentary Papyri, P.Cair. Masp. 1 67008
Not analysed yet
Φλαυΐῳ Τριαδίῳ Μαριανῷ Μιχαηλίῳ Γαβριηλίῳ Κωνσταντίνῳ Θεοδώρῳ Μαρτυρίῳ Ἰουλιανῷ Ἀθανασίῳ τῷ ἐνδοξοτάτῳ στρατηλάτῃ ἀπὸ ὑπάτων καὶ ὑπερφυεστάτῳ πατρικίῳ πραιφέκτου Ἰουστίνου δουκὶ καὶ αὐγουσταλίῳ τῆς Θηβαίων χώρας τὸ β· διὰ τοῦ ἐνδοξοτάτου καὶ πανευφήμου στρατηλάτου Φλαυίου Ἰουλιανοῦ. δέησις καὶ ἱκεσία παρὰ Ἰσχυρίωνος τοῦ γαμβροῦ Ἀπολλῶτος πρωτοκωμήτου κώμης Ἀφροδίτης, τοῦ βιαίως ἀναιρεθέντος παρὰ τῆς λῃστρικῆς ἐφόδου ἡμεραίᾳ καὶ στερηθέντος ἀλόγως. εὐεργέτημα μέγιστον πρόκειται πᾶσι τοῖς ἀδικουμένοις ἡ τῆς ὑμῶν πανευφήμου ὑπερφυΐας ἐκδικία· καὶ τοῦτο αὐτὸ ἀκριβῶς ἐπιστάμενος πρόσειμι τοῖς εὐκλεέσι ὑμῶν ἴχνεσι, διδάσκων τὸ κατʼ ἐμὲ πρᾶγμα ἐν τούτοις ἔχον. διδάσκω τὸ ὑπέρλαμπρον ὕψος ὑμῶν ὡς …πο… διαρπαγὴν καὶ πόρθησιν τὴν γεναμένην κατά τε τοῦ ἐμοῦ πενθεροῦ …το…ατω…αγρω καὶ ἐν τῇ οἰκίᾳαὐτοῦ ἐν τῇ εἰρημένῃ …ατε…