Ancient Greek
P.Cair. Masp. 1 67028
Documentary Papyri, P.Cair. Masp. 1 67028
Not analysed yet
Διόσκορος προσῆλθεν ἡμῖν τὸν πατέρα τὸν οἰκεῖον λέγων τὴν πρῶτον …εξ…αυ… πρὸς δευτέρους γάμους ἐλθεῖν, τὰ δὲ τῇ προτέρᾳ διενεγκόντα τῇ δευτέρᾳ προσγράψαι· καὶ ἐξελθεῖν ἐξ ἀνθρώπων ὡς τοὺς ἐξ ἐκείνης παῖδας ἀφελέσθαι τε καὶ καταδαπανᾶν ἐκεῖνα, καὶ πανταχόθεν ἔρημον εἶναι τὸν ἡμέτερον ἱκέτην, ὥστε τῆς ἐξ ἡμῶν καὶ τῶν νόμων δέεσθαι βοηθείας. θεσπίζομεν τοίνυν τὴν ἐνδοξότητα τὴν σὴν ἀγαγεῖν αὐτοὺς καὶ τὰ περὶ τούτου ζητῆσαι, καὶ εἰ οὕτως ἔχοντα τὰ τῇ τοῦ ἡμετέρου ἱκέτου μητρὶ διενηνοχότα ταῖς ἀληθείαις φανείη, τοῦτο εἰσπρᾶξαι καὶ ἀποδοῦναι τῷ δεομένῳ, ἐπι… τοῖς λοιποῖς πράγμασι τοῖς τῷ τελευτήσαντι διενεγκοῦσι τὸν Λέοντος τοῦ τῆς θείας λήξεως φυλάξαι τῷ δεομένῳ, ὡς μὴ πλέον τὴν δευτέραν γυναῖκα λαβεῖν ὧν ἑνὶ τῶν ἐκ τοῦ προτέρου γάμου παιδὶ ἁρμόζει μέν. ἐπειδὴ δὲ καὶ χωρία περιελθεῖν εἰς τὸν οἰκεῖον πατέρα φησίν, δωρεὰν τῆς αὐτοῦ θείας γραψάσης, καὶ ταῦτα τοὺς ἐκ τοῦ δευτέρου γάμου κρατεῖν δωρεὰν εἰς αὑτούς, δευτέραν μὲν αὐτοῖς γενέσθαι παρασκευάσαντας, θεσπίζομεν τὴν ἐνδοξότητα τὴν σὴν καὶ τὰ περὶ τούτου ζητῆσαι, καὶ εἰ οὕτως ἔχοντα εὕροις, μὴ προσσχῇς δευτέραις δωρεαῖς ἐπὶ πράγμασιν ἐκπεποιημένοις γραφείσαις, ὡς οὐδὲ τῶν ἡμετέρων νόμων κυρία τὰ τοιαῦτα ποιούντων ὁ νόμος οὕτως ἔχει ὁ Λέοντος· ὅσα κερδαίνειν ἔμελλεν ἡ προτέρα γαμετή, τοῦ ἀνδρὸς πρὸ αὐτῆς τελευτώντος, τοσαῦτα καὶ ἡ δευτέρα γαμετὴ τοῦ ἀνδρὸς προτελευτῶντος