Ancient Greek
67032.1 to 67032.45
Documentary Papyri, P.Cair. Masp. 1 67032.1-45
Not analysed yet
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου δεσπότου ἡμῶν Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους εἰκοστοῦ πέμπτου, μετὰ τὴν ὑπατείαν Φλαυίου Βασιλίου τοῦ λαμπροτάτου ἔτους δεκάτου, τῇ πρὸ πέντε εἰδῶν Ἰουλίου ἰνδικτίονος τεσσαρεσκαιδεκάτης, ἐν τῇ λαμπρᾷ καὶ ἐνδόξῳ Φλαυίου Κωνσταντίνου πόλει Ῥώμῃ· τάσδε τὰς ἀντισυγγράφους ὁμολογίας καὶ συνθήκας πρὸς ἀλλήλους δίχα δόλου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ πάσης περιγραφῆς, ἑκούσῃ γνώμῃ καὶ αὐθαιρέτῳ προαιρέσει· ἐκ μὲν τοῦ ἑνὸς μέρους Διόσκορος Ἀπολλῶτος καὶ Καλλίνικος Βίκτορος καὶ Ἀπολλῶς Ἰωάννου καὶ Κῦρος Βίκτορος διὰ Σενούθου Ἀπολλῶτος ποιουμένου τὴν χώραν αὐτοῦ ἀπόντος, ὁρμώμενοι ἅπαντες ἀπὸ κώμης καλουμένης Ἀφροδιτῶν τοῦ Ἀνταιοπολείτου νομοῦ τῆς Θηβαίων ἐπαρχείας, ἐκ δὲ τοῦ ἑτέρου μέρους Φλαύιος Παλλάδιος ὁ λαμπρότατος κόμης τοῦ θείου κωνσιστωρίου, υἱὸς Ἰωάννου τοῦ τῆς μακαρίας μνήμης καὶ Ἐπίγονος ὁ λαμπρότατος κόμης, ἀμφότεροι μὲν …ὁρμώμενοι ἐκ τῆς Λεοντίου λαμπροτάτης πόλεως τῆς πρώτης Καππαδοκῶν ἐπαρχείας, τὰ δὲ νεωστὶ διάγοντες κατὰ ταύτην τὴν βασιλίδα πόλιν καὶ ὁμολογοῦντες ἀλλήλοις ἐπὶ τοῖς ἑξῆς δηλουμένοις συμφώνοις. καταλαβόντες ἐνταῦθα ἐπὶ ταύτης τῆς βασιλευούσης, ἡμεῖς οἱ προγεγραμμένοι Διόσκορος καὶ Ἀπολλῶς καὶ Καλλίνικος καὶ Κῦρος διʼ ἐμοῦ Σενούθου ποιουμένου τὴν χώραν αὐτοῦ, θείαν ἐπορισάμεθα κέλευσιν κατὰ τῶν ἀντιδίκων ἡμῶν τῶν περὶ Ἡράκλειον Ψαΐωτος καὶ λοιπῶν ἀπὸ τῆς ἡμετέρας κώμης, ἔτι μὴν καὶ καθʼ οἵου δήποτε προσώπου ἀποδεικνυμένου ἀκολούθως τῇ θείᾳ ἡμῖν κελεύσει, καὶ δεηθέντες κατὰ νόμον πρα…τρος ἐκβιβαστοῦ τοῦ πράγματος, παρακλήσεις προσενηνόχαμεν τῇ ὑμῶν λαμπρότητι ἐπὶ Ἰουνίου μηνὸς τῆς ἀρτίως τεσσαρεσκαιδεκάτης ἐπινεμήσεως, κατʼ Αἰγυπτίους δὲ πέντε καὶ δεκάτης, ὥστε αὐτὴν σὺν Θεῷ παραγεινομένην τῇ Θηβαίων χώρᾳ λαβεῖν τὴν εἰρημένην θείαν κέλευσιν ἤτοι τὸ πορισθὲν παρʼ ἡμῶν θεῖον ὑπομνηστικόν, καὶ ἐμφανίσασθαι τοῖς κατὰ χώραν δικαστηρίοις, καὶ πᾶσαν εὔνοιαν καὶ σ…ρ… καὶ ἔπειξιν καὶ ἀγρυπνίαν καὶ ἐκβιβασμὸν θέσθαι τῷ ἡμετέρῳ πράγματι, ἕως οὗ πέρατι παραδοθήσεται ἡ δίκη πρὸς πᾶσαν ἀπαλλαγὴν αὐτοῦ κατὰ δύναμιν τῆς αὐτῆς θείας κελεύσεως, καὶ παρέξαι παρὰ τὸ δικαστήριον πάντα τὰ ἐντεταγμένα πρόσωπα τῇ αὐτῇ κελεύσει ὑπὸ ἐγγύας ἀσφαλεῖς, οὐ μὴν ἀλλὰ καὶ πάντα τὰ ἀποδεικνύμενα πρόσωπα κατὰ τὴν δύναμιν τοῦ εἰρημένου τύπου, καὶ ἐκβιβάσαι ἄχρι πέρατος δίκης, ἡμῶν μέντοι διδομένων τὰ ἐμφανιστικὰ καὶ τὰ ἀναλώματα τῆς τάξεως, καὶ ἀπολαμβανόντων τὸ τέταρτον μέρος πάντων τῶν ἐναγομένων προσώπων σπορτούλων, τοῦ δὲ ἄλλου ἡμίσεως τετάρτου μέρους τῶν αὐτῶν σπορτούλων