Ancient Greek
P.Cair. Masp. 1 67049
Documentary Papyri, P.Cair. Masp. 1 67049
Not analysed yet
Φλαύιος Κῦρος διʼ ἐμοῦ Στεφάνου μειζοτέρου τῷ θαυμασιωτάτῳ Ἀβρααμίῳ βοηθῷ κώμης Ἀφροδίτης χαίρειν. ἐδεξάμην παρὰ σοῦ ἀπὸ τῶν χρεωστουμένων ὑπὲρ λοιπάδος τῶν δημοσίων τῆς αὐτῆς κώμης, κανόνος τῆς τεσσαρεσκαιδεκάτης ἰνδικτίονος, χρυσοῦ νομισμάτια τέσσερα εὔσταθμα δημοσίῳ ζυγῷ· γίνεται χρυσοῦ νομισμάτια δ εὔσταθμα ζυγῷ, ταῦτα τακτὰ βαλεῖν μοι διὰ τοῦ κυρίου Ἀπολλῶτος. καὶ εἰς σὴν ἀσφάλειαν πεποίημαί σοι τοῦτο τὸ ἐντάγιον ὡς πρόκειται. ὁ προκείμενος γεοῦχος διʼ ἐμοῦ Στεφάνου στοιχεῖ μοι τοῦτο τὸ ἐντάγιον ὡς πρόκειται. Αὐρήλιος Ἀβραάμιος Δίου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.