Ancient Greek
P.Cair. Masp. 1 67060
Documentary Papyri, P.Cair. Masp. 1 67060
Not analysed yet
οὐδὲν παντελῶς ἐσήμανέν μοι ὁ θεοφιλέστατος διακονητὴς ὑπὲρ τῆς κώμης ὑμῶν, καὶ ἰδοὺ οἱ μεγάλοι κτήτορες τῆς πόλεως, λόγῳ δὴ ἡ οὐσία τοῦ ἐνδοξοτάτου ἀπὸ ἐπάρχων Ἰουλιανοῦ, συντελοῦσα εἰς τὸ κωμητικὸν ἤδη ἐπλήρωσεν τὸ μέτρον αὐτῆς καὶ ἰδοὺ ἐποίησέν μοι μηδεμίαν φροντίδα περὶ αὐτῶν. ἵνα δὲ μάθητε ὅτι εἰ μὴ διὰ τῆς αὔριον ἐξενέγκητέ μοι τὸ μέτρον τοῦ τε ἀστικοῦ καὶ κωμητικοῦ ἐκ πλήρους, οὐκ ἔχετε εὐχαριστῆσαι τῷ πράγματι, ἰδοὺ οὖν, γέγραφα διαμαρτυρούμενος ὑμῖν. ἅμα δὲ Ἀπολλῶτι κατάλαβε, ἐπειδὴ ἀναγκαίως θέλω σοι λαλῆσαι τοῖς εὐδοκιμωτάτοις Διοσκόρῳ καὶ Ἀπολλῶτι πρωτοκωμήταις Μηνᾶς.