Ancient Greek
P.Cair. Masp. 1 67066
Documentary Papyri, P.Cair. Masp. 1 67066
Not analysed yet
πληροφορήσῃ ὁ Θεὸς τὴν ὑμετέραν ἀδελφικὴν διάθεσιν. μαρτύρομαι εἰς τὸ μεταξὺ πρᾶγμα Πάωτι καὶ τοῖς κληρικοῖς τῆς ἁγίας Μαρίας, ὅτι οὐ κατʼ ἀνάγκην ἐποίησαν αὐτῷ τὴν ἀντιμίσθωσιν, καὶ οὐ μόνον ὅτι ἐποίησαν τὴν ἀντιμίσθωσιν· μετʼ ἐγγυητοῦ ἐγένετο τὸ σύμφωνον, καὶ ἐγώ εἰμι ὁ ἐγγυητής. εἰ οὖν οἰκονομεῖν οὐκ ἐξουσίαν ἔχουσιν τὰ γῄδια αὐτῶν, μανθάνετε πλέον· μοὶ παρακληθήτω οὖν ἡ σὴ ἀδελφότης κελεῦσαι φυλάξαι αὐτῷ τὸ δίκαιον …τὰς εἰρημένας ταύτας ἀρούρας· οἱ γὰρ κληρικοὶ οὐκ ἐποίησαν παράλογον, δέσποτα τῷ ἐμῷ δεσπότῃ τῷ τὰ πάντα λαμπροτάτῳ καὶ εὐδοκιμωτάτῳ κυρίῳ Διοσκόρῳ Ἀναστάσιος νοτάριος