Ancient Greek
P.Cair. Masp. 1 67069
Documentary Papyri, P.Cair. Masp. 1 67069
Not analysed yet
οὗ τῶν γραμμάτων ……ιο… …Ἀπολλῶτος φ… ἐν τοῖς πρώτοις τεταγμένος κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου ἀεὶ φροντιζόμενος παρὰ τῶν ἐνδοξοτάτων τὴν μνήμην ὑμῶν εὐκλεῶν γονέων, φημὶ δὴ Ἀμμωνίου καὶ Ἰωάννου καὶ Φοιβάμμωνος τῶν ἀειμνήστων, οὐ μὴν δὲ τούτων ἀλλὰ καὶ παρὰ τοῦ πανευφήμου ὑμῶν πατρὸς ἐν Κωνσταντίνου πόλει πεμφθεὶς τοίνυν εἰς πόδας ὑμῶν ἀφηγήσασθαι τῇ ὑμῶν δεσποτείᾳ τὰ περὶ τῆς ἁγίας προσφορᾶς τῶν αὐτῶν …εἰκότως τὴν ταύτης ὑπόρθωσιν καὶ τὴν τοῦ ἁγίου τόπου καθʼ ὅν ἔκειτο κατάστασιν, ὀφείλοντος φροντισθῆναι παρʼ ὑμῶν πλέον πάντων, καὶ μὴ συγχωρῆσαι ξένον διελθεῖν τὸ πρᾶγμα αὐτοῦ πρὸς λύμην τοῦ αὐτοῦ ἁγίου τόπου καὶ τῆς ὑμῶν προσφορᾶς, δέσποτα