Ancient Greek
P.Cair. Masp. 1 67078
Documentary Papyri, P.Cair. Masp. 1 67078
Not analysed yet
…ς τῇ λαμπροτάτῃ ὑμῶν ἀδελφότητι εχ… τὰ γράμματα, ἀπολῦσαι …τὴν ἀπόγονον Ἡρακλειανοῦ Γεσίου τοῦ μακαρίτου ἀπὸ Ψινομούνεως, οὖσαν ἐν τῇ φυλακῇ τῆς …ξ…κας μὲν τὰς ἐγγύας ἐλευθέρων ἀνδρῶν τῆς αὐτῆς κώμης Ψινομούνεως ἢ τῶν ποιμένων τῆς αὐτῆς, ὅπως εὕρῃ τὴν συγκομιδὴν ποιήσασθαι τῶν αὐτῆς ἀρουρῶν, καὶ μὴ ἀφανίσθῃ ὁ σπόρος αὐτῶν εἰς βλάβην τοῦ δημοσίου, μὴ ἔχουσά τινα τὸν τὰ καθʼ ἑαυτὴν διοικοῦντα. πολλὰ γὰρ …περὶ τοῦτο παρεκλήθην παρὰ τῶν συνηθῶς ἡμᾶς προσκυνούντων, ὧν τὴν αἴτησιν κατὰ Θεὸν οὐχ ηὗρον ἀπειπεῖν, ἀλλὰ μὴ ἀμελήσεις τοῦτο καὶ ζημιώθῃ τὰ γενήματα καὶ εὑρέθῃ τὸ δημόσιον σκάζον.