Ancient Greek
67097.r.1 to 67097.r.37
Documentary Papyri, P.Cair. Masp. 1 67097.r.1-37
Not analysed yet
……ι…λ…νων γῃδίων ἐκ λιβὸς τῆς χερσαμπέλου, σὺν χρηστηρίοις ἅπασι καὶ παντοίοις φοίνιξι καὶ ληνοπίθῳ καὶ ὁλοκλήρῳ λάκκῳ καὶ μονῇ καὶ πύργῳ τε καὶ τῇ ἐκεῖσε ἁγίᾳ ἐκκλησίᾳ καλουμένῃ Ἄπα Πόννιτος …καὶ πᾶσι τοῖς συνημμένοις τῷ αὐτῷ κτήματι δικαίοις τε καὶ …γείτονες δὲ τοῦ προκειμένου κτήματος τοῦ πραθέντος σοι παρʼ ἐμοῦ νῦν μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου καὶ τῆς καθόλου περιοχῆς, εἰσὶν οὗτοι· ἐπὶ μὲν νότου ὅρια τῶν ἀρουρῶν Ὡρουωγχίου Σενελαλε, ἐπὶ δὲ ἀπηλιώτου γῄδια τοῦ γεωργίου τῆς ἁγίας καθολικῆς ἐκκλησίας Ἄπα Μουσαίου, ἐπὶ δὲ βορρᾶ γῄδια Ταντβεου τοῦ Βόττου Προμαῶτος, ἐπὶ δὲ λιβὸς δημοσία ὁδὸς τοῦ ὄρους, ἢ οἷοι ἂν ὦσι γείτονες πάντῃ πάντοθεν· τιμῆς δὲ τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης τελείας καθαροῦ χρυσοῦ νομίσματα δώδεκα ,ἕκαστον παρὰ κεράτια δύο ,τῷ χρυσοχοϊκῷ σταθμῷ τῆς αὐτῆς κώμης. γίνεται χρυσοῦ νομίσματα ιβ παρὰ κεράτια κδ, ἅπερ ταῦτα τῆς τιμῆς χρύσινα ἀπείληφα ἐγὼ ὁ ἀποδόμενος Ἑρμαύως παρὰ σοῦ τοῦ πριαμένου Ἰσακίου Γεωργίου διὰ χειρός σου εἰς χεῖράς μου, παρόντων τῶν ἑξῆς ὑπογραφόντων μαρτύρων, ἀριθμῷ καὶ σταθμῷ, ἅμα τῇ παρούσῃ πράσει γενομένῃ σοι παρʼ ἐμοῦ, ἐφʼ ᾗτινι εὐδοκῶ καὶ πείθομαι πρὸς τὸ σὲ ἀπεντεῦθεν κρατεῖν καὶ κυριεύειν καὶ δεσπόζειν τοῦ προδηλωθέντος ὁλοκλήρου πατρῴου κτήματος μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου καὶ χρηστηρίων ἁπάντων, ἀπὸ τοῦ νῦν ὡς προεῖπον ἐπὶ τὸν ἀεὶ καὶ παντελῆ χρόνον, καὶ ἐξεῖναί σοι ἐπʼ αὐτῷ πάντα πράττειν κατὰ πᾶσαν αὐτοτελῆ ἐξουσίαν τε καὶ αὐθεντίαν, καὶ νέμεσθαι τοῦτο καὶ κτήσασθαι καὶ παραπέμπειν ἐπὶ κληρονόμους σοὺς παντοίους καὶ διαδόχους καὶ διακατόχους, ἢ καὶ μεταποιεῖν καὶ ἐκποιεῖν τοῦτο καὶ χρήσασθαι, καὶ ἀντικαταλλάττεσθαι οἷς βούλει προσώποις ἁπαξαπλῶς, παντὶ τρόπῳ κυριευτικῷ χρήσασθαι διὰ παντὸς εἰς τὸ παντελές, ἀκωλύτως καὶ ἀνεμποδίστως καὶ ἀνεγκλήτως ἐπάναγκες ὑπʼ οὐδενὸς τὸ σύνολον τῶν ἐμοὶ διαφερόντων ἐκ πάσης συνγενείας μου. καὶ ἑτοίμως ἔχω ἐγὼ καὶ κληρονόμοι μου παντοῖοι ἀεί ποτε καὶ διάδοχοι καὶ διακάτοχοι βεβαιώσασθαί σοι καὶ καθαροποιήσασθαι, καὶ κληρονόμοις σοῖς καὶ διαδόχοις καὶ διακατόχοις, τὴν τοῦ προκειμένου ὁλοκλήρου κτήματος καὶ πραθέντος σοι παρʼ ἐμοῦ καθαρὰν νομήν τε καὶ δεσποτείαν, μὴ προυποκειμένην οἵῳ δήποτε ὀφλήματι δημοσίῳ τε καὶ ἰδιωτικῷ, ἀλλὰ πᾶσαν ἄδειάν σοι δίδωμι, ἀπὸ τοῦ νῦν διὰ παντὸς εἰς τὸ παντελές, τοῦτο οἰκονομεῖν καὶ βελτιοῦν, ἢ καὶ φορολόγειν καὶ ἐκμισθώσασθαι καὶ καρποῦσθαι, καὶ ἀνάξαι εἰς φυτείαν