Ancient Greek
P.Cair. Masp. 1 67110
Documentary Papyri, P.Cair. Masp. 1 67110
Not analysed yet
χμγ μετὰ τὴν ὑπατείαν Φλαυίου Βασιλείου τοῦ ἐνδοξοτάτου ἔτους εἰκοστοῦ τετάρτου, Μεσορὴ νεομηνίᾳ τεσσαρεσκαιδεκάτης ἰνδικτίονος . Αὐρήλιος Ψάϊς ἐκ πατρὸς Ἱερημίου, ἐκ μητρὸς Μαρίας, κεραμοπλάστης ἀπὸ κώμης Πτε… τοῦ Ἀνταιοπολίτου νομοῦ, τὰ νῦν οἰκῶν ἐνταῦθα ἐπὶ κώμης Ἀφροδίτης αιτοι…, τοῖς κληρονόμοις ἤτοι πᾶσι υἱοῖς καὶ θυγατράσι Ἑλένης Ῥωμανοῦ Βίκτορος …ου καὶ Μαριὰμ ὁμογνησίας αὐτῆς ἀδελφῆς, κτήτορσι τῆς αὐτῆς κώμης Ἀφροδίτης, χαίρειν. μεμίσθωμαι παρʼ ὑμῶν ἑκὼν καὶ πεπεισμένος πρὸς ὅλον χρόνον τῆς ἐμῆς ζωῆς, λογιζόμενον ἀπὸ τῆς σήμερον καὶ προγεγραμμένης ἡμέρας, ἥτις ἐστὶ μηνὶ Μεσορὴ νεομηνία τῆς παρούσης τεσσαρεσκαιδεκάτης ἰνδικτίονος, ἐπὶ τὸν ἑξῆς ἅπαντα τῆς αὐτῆς ζωῆς μου χρόνον, τὸ γονικὸν ὑμῶν τρίτον μέρος ὁλόκληρον τοῦ ὁλοκλήρου κεραμοπλαστικοῦ κεραμείου, διακείμενον ἐκ νότου τῆς κώμης Ἀφροδίτης, ἐγγὺς τοῦ ἁγίου τόπου ἀββᾶ Μιχαηλίου, τοῦ ὄντος ἐν τῇ γονικῇ ὑμῶν ἐπαύλει, πλησίον τοῦ κεραμείου τοῦ ἁγίου μοναστηρίου ἀββᾶ Σουροῦτος τοῦ ὑμῶν προγόνου, κοινοῦ ὄντος πρὸς αὐτὸ εἰς τὸ βορεινὸν μέρος ἤτοι δίμοιρον εἰς συμπλήρωσιν τοῦ ὅλου κεραμείου, νεύοντος ἐπὶ λιβά, σὺν τρίτῳ ὑμῶν μέρει τοῦ ἐκεῖσε λάκκου καὶ πάντων τῶν ἐν αὐτῷ δικαίων τε καὶ χρηστηρίων, τοῦτʼ ἔστι τοὺς δύο μακροὺς τοὺς ὄντας ἐγγὺς τοῦ ἁγίου Μιχαηλίου καὶ τὸν μακρὸν τὸν ἔμπροσθεν τοῦ καθεστηρίου νεύοντα ἐπὶ βορράν, σὺν καμίνου τρίτῳ μέρει καὶ πισσοκαμίνῳ· ἐφʼ ᾧ με τοῦτο ἔχειν ὑπʼ ἐμὲ εἰς ἐργασίαν ἐμήν, καὶ διδόναι ὑμῖν κατʼ ἔτος ὑπὲρ ἀποτάκτου ἐνοικίου εὐάρεστα κοῦφα ἄνευ πίσσης δισχίλια τετρακόσια. γίνεται κοῦφα Βυ ἐν τῷ καιρῷ κατʼ ἔτος ἀναμφιλόγως. ἡ μίσθωσις κυρία ἔσται καὶ βεβαία· καὶ ἐπερωτηθεὶς ὡμολόγησα . Αὐρήλιος Ψάϊις Ἱερημίου ὁ προκείμενος κεραμοπλάστης μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Ὡρουῶγχις Μηνᾶ, ἀξιωθεὶς, ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος . Αὐρήλιος Καλλίνικος Ἑρμαῶτος μαρτυρῶ ὡς πρόκειται. Αὐρήλιος Ἰωάννης Κυριακοῦ μαρτυρῶ τῇ μισθώσει ὡς πρόκειται. διʼ ἐμοῦ Κύρου νομικοῦ ἐγράφη μίσθωσις Ψαΐου Ἱερημίου κεραμοπλάστου γεναμένη πρὸς κληρονόμους Ἑλένης Ῥωμανοῦ καὶ Μαριὰμ ἀδελφῆς αὐτῆς φ…