Ancient Greek
P.Cair. Masp. 1 67113
Documentary Papyri, P.Cair. Masp. 1 67113
Not analysed yet
…Φλαυίῳ Πανολβίῳ τῷ λαμπροτάτῳ πολιτευομένῳ τῆς Ἀνταιοπολίτου, υἱοῦ τοῦ τῆς λαμπρᾶς μνήμης Ἰωάννου παρὰ Αὐρηλίου Βίκτορος Ψαίου, μητρὸς Ταχυμίας, ποιμένος ἀπὸ κώμης Ἀφροδίτης τοῦ αὐτοῦ νομοῦ, χαίρειν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς ὑμῶν λαμπρότητος πρὸς τριετῆ χρόνον, λογιζόμενον ἀπὸ καρπῶν σὺν Θεῷ μελλούσης πέμπτης ἰνδικτίονος καὶ αὐτῆς, τὰς ὑπαρχούσας τῇ ὑμῶν λαμπρότητι ἀρούρας ἐν τῷ καλουμένῳ Σαραπάμωνος, διακειμένας ἐν πεδιάδι κώμης Φθλά, ἀνύδρους οὔσας, ἐφʼ ᾧ με τὴν πᾶσαν γεωργικὴν ἐργασίαν ποιήσασθαι καὶ διδόναι τὸν φόρον τῇ σῇ λαμπρότητι …