Ancient Greek
P.Cair. Masp. 1 67116
Documentary Papyri, P.Cair. Masp. 1 67116
Not analysed yet
τῷ θαυμασιωτάτῳ Διοσκόρῳ Ἀπολλῶτος, παρὰ Βίκτορος Ἀπολλῶτος λινούφου χαίρειν. ἑτοίμως ἔχειν σπεῖραι τὴν χειρογραφηθεῖσάν μοι παρὰ σοῦ ἀκολούθως τῷ γενομένῳ χειρογράφῳ μίαν ἄρουραν ἐν λινοκαλάμοις ἐπὶ τοῦ γενήματος σπορᾶς τρεισκαιδεκάτης ἰνδικτίονος, καὶ τὸ ὑπὲρ ταύτης τίμημα τοῦ τε φόρου καὶ τῆς σπορᾶς καὶ τῆς ἀρδεύσεως, χρυσοῦ νομισμάτιον ἓν παρὰ κεράτια δύο χρυσοχοϊκῷ σταθμῷ, καὶ καταβαλεῖν εἰς τὴν τρίτην καταβολὴν τοῦ δημοσίου τῆς ἐνεστώσης δωδεκάτης ἰνδικτίονος ἀναμφιβόλως καὶ ἀναντιρρήτως, ὑποκειμένης σοι πάσης μου εὐπορίας εἰς τὴν τούτου ἔκτισιν καὶ ἀπόδοσιν· καὶ εἰς σὴν ἀσφάλειαν πεποίημαί σοι τοῦτο τὸ πιττάκιον ὡς πρόκειται. Φαῶφι ιη ιβ ἰνδικτίονος. Βίκτωρ Ἀπολλῶτος ὁ προκείμενος ἐθέμην τοῦτο τὸ πιττάκιον ὡς πρόκειται. Αὐρήλιος Βίκτωρ Ἑρμείου, ἀξιωθεὶς, ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος . διʼ ἐμοῦ Πιλάτου νομικοῦ ἐγράφη πιττάκιον παρὰ Βίκτορος Ἀπολλῶτος λινούφου χρυσοῦ νομισμάτιον α παρὰ β χρυσοχοϊκῷ